호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νυκτὸς δὲ ἐπιλαβούσης οἱ μὲν ἐκ τῶν νεῶν ἐκπεσόντες ἐς τὰ ὄρη συνέφευγον καὶ πυρὰ πολλὰ ἔκαιον σύμβολα τοῖς ἔτι οὖσιν ἐν τῇ θαλάσσῃ καὶ διενυκτέρευον οὕτως ἄσιτοι καὶ ἀθεράπευτοι καὶ πάντων ἐνδεεῖς.? καὶ αὐτοὺς ὁ Καῖσαρ, ὁμοίως ἔχων, παρεκάλει περιθέων ἐς τὴν ἑώ κακοπαθῆσαι. ταλαιπωρουμένῳ δὲ αὐτῷ περὶ ταῦτα Καλουίσιος μὲν οὐδ ὣς ἐγιγνώσκετο προσπλέων, οὐδὲ ἀπὸ τῶν νεῶν τι χρηστὸν ἐγίγνετο, ἀσχολουμένων περὶ τὰ ναυάγια: ὑπὸ δὲ ἑτέρου δαίμονος ἀγαθοῦ τὸ τρισκαιδέκατον τέλος ἐπλησίαζε διὰ τῶν ὀρῶν καὶ περὶ τοῦ κακοῦ πυθόμενοι τοὺς κρημνούς, τῷ πυρὶ περὶ τῆς ὁδοῦ τεκμαιρόμενοι, διέδραμον καὶ καταλαβόντες τὸν αὐτοκράτορα σφῶν καὶ τοὺς συμφυγόντας ὧδε ἔχοντας καμάτου καὶ τροφῶν ἀπορίας ἐθεράπευον, ἄλλους ἄλλῃ διαλαβόντες, οἱ δὲ ταξίαρχοι τὸν αὐτοκράτορα ἐς αὐτοσχέδιον σκηνὴν ἐσαγαγόντες, οὐδενὸς τῶν οἰκετῶν αὐτῷ θεραπευτήρων παρόντων, ὡς ἐν νυκτὶ καὶ τοσῷδε ταράχῳ διερριμμένων. περιπέμψας δ εὐθὺς πανταχῇ τοὺς ἐξαγγελοῦντας, ὅτι σῴζοιτο, πυνθάνεται Καλουίσιον σὺν ταῖς πρόπλοις καταπλέοντα καὶ ὡς ἐπὶ δύο χρηστοῖς καὶ ἀδοκήτοις ἀνεπαύετο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기