- 텍스트

Appian, The Civil Wars, book 5, chapter 9 3:

(아피아노스, The Civil Wars, book 5, chapter 9 3:)

Ὁ δὲ ἦλθε μὲν ἐς τὴν τεταγμένην ἡμέραν σὺν ὀλίγοις, Καίσαρα δὲ οὐχ εὑρὼν οὐ περιέμεινεν, εἴτε τὴν γνώμην τοῦ πολέμου μεμψάμενος ὡς παράσπονδον εἴτε τὴν Καίσαρος παρασκευὴν ἰδὼν πολλὴν οὖσαν οὑ᾿ γάρ ποτε αὐτοὺς ἀνέπαυε φόβων ἡ τῆς μοναρχίας ἐπιθυμίἀ, εἴτε τι σημεῖον δειδισάμενος.? τῶν γὰρ περικοιμωμένων αὐτοῦ τῇ σκηνῇ πρὸς θηρίων τις εὑρέθη δεδαπανημένος, ἄνευ τοῦ προσώπου μόνου, καθάπερ ἐς ἐπίδειξιν παραλελειμμένου, οὔτε τι βοήσας οὔτε τινὸς τῶν συναναπαυομένων ᾐσθημένου: καὶ λύκον ἔλεγον οἱ Βρεντέσιοι πρὸ ἑώ φανῆναι τῶν σκηνωμάτων ἐκθέοντα. ἔγραφέ γε μὴν τῷ Καίσαρι μὴ λύειν τὰ συγκείμενα καὶ ἠπείλει Μηνόδωρον ἀπάξειν ὡς ἑαυτοῦ δραπέτην: γεγένητο γὰρ Πομπηίου Μάγνου, τὴν δὲ τοῦ Μάγνου περιουσίαν ὁ Ἀντώνιος ἐώνητο νόμῳ πιπρασκομένην ὡς πολεμίου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION