호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐς ταῦτα συνέβησαν καὶ ταῦτα συνεγράψαντο καὶ ἐσημήναντο καὶ ταῖς ἱεραῖς παρθένοις φυλάσσειν ἔπεμψαν ἐς Ῥώμην.? ἀπέφηναν δὲ τῆς ἐπιούσης ὑπάτους ἐς τετραετὲς Ἀντώνιον μὲν καὶ Λίβωνα πρώτους, ἀντικαθιστάντος ὅμως Ἀντωνίου, ὃν ἂν βούλοιτο, ἐπὶ δ ἐκείνοις Καίσαρά τε καὶ Πομπήιον, εἶτα Αἠνόβαρβον καὶ Σόσιον, εἶτ αὖθις Ἀντώνιόν τε καὶ Καίσαρα, τρίτον δὴ τότε μέλλοντας ὑπατεύσειν καὶ ἐλπιζομένους τότε καὶ ἀποδώσειν τῷ δήμῳ τὴν πολιτείαν. ἐξένιζον δ ἀλλήλους αὐτίκα, περὶ τῆς τάξεως διαλαχόντες, πρῶτος μὲν ἐπὶ ἑξήρους Πομπήιος περιωρμις μένης ἐς τὸ χῶμα, ταῖς δὲ ἑξῆς Ἀντώνιός τε καὶ Καῖσαρ, σκηνοποιησάμενοι καὶ οἵδε ἐπὶ τοῦ χώματος, πρόφασιν μὲν ὡς ἅπαντες ἐπὶ ἀκτῆς ἑστιῷντο, τάχα δ ἐς ἀσφάλειαν ἀνύποπτον. οὐδὲ γὰρ οὐδ ὣς εἶχον ἀμελῶς, ἀλλ αἵ τε νῆες αὐτοῖς παρώρμουν, καὶ οἱ φύλακες περιειστήκεσαν, καὶ οἱ περὶ τὸ δεῖπνον αὐτὸ ἀφανῶς εἶχον ὑπεζωσμένα ξιφίδια. λέγεται δὲ Μηνόδωρος ἑστιωμένων ἐν τῇ νηὶ τῶν ἀνδρῶν πέμψαι Πομπηίῳ, προτρέπων αὐτὸν ἐπιθέσθαι τοῖς ἀνδράσι καὶ τίσασθαι μὲν τῆς ἐς τὸν πατέρα καὶ τὸν ἀδελφὸν ἁμαρτίας, ἀναλαβεῖν δὲ τὴν ἀρχὴν τὴν πατρῴαν δι ὀξυτάτης ἀφορμῆς: ἐπιμελήσεσθαι γὰρ αὐτὸς ἐν ταῖς ναυσὶν ὢν μηδένα διαφυγεῖν. ὁ δ ἀποκρίνασθαι τοῦ γένους ἅμα καὶ τῆς χρείας ἀξίως: "εἴθε Μηνόδωρον ἦν ἐργάσασθαι ταῦτα χωρὶς ἐμοῦ: Μηνοδώρῳ γὰρ ἁρμόζειν ἐπιορκεῖν, οὐ Πομπηίῳ. ἡρ´μοσαν δ ἐν τῷδε τῷ δείπνῳ τὴν Πομπηίου θυγατέρα, Λίβωνος οὖσαν θυγατριδῆν, Μαρκέλλῳ τῷ προγόνῳ μὲν Ἀντωνίου, ἀδελφιδῷ δὲ Καίσαρος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기