호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μοῦρκος μὲν δὴ τεθνήκει, τῶν δ ἄλλων τὸν Πομπήιον ἐς τὰς διαλύσεις ἐπειγόντων καὶ τὸν Μηνόδωρον διαβαλλόντων ἐς φιλαρχίαν ὡς οὐκ εὐνοίᾳ τοῦ δεσπότου μᾶλλον ἢ ὅπως αὐτὸς ἄρχοι στρατοῦ καὶ χώρας ἐνιστάμενον, ἐνδοὺς ὁ Πομπήιος ἐς τὴν Αἰναρίαν διέπλει ναυσὶ πολλαῖς ἀρίσταις, ἑξήρους λαμπρᾶς ἐπιβεβηκώς.? καὶ Δικαιάρχειαν μὲν οὕτω σοβαρῶς παρέπλευσε περὶ ἑσπέραν, ἐφορώντων τῶν πολεμίων: ἅμα δὲ ἑῴ, καταπηχθέντων σταυρῶν ἐξ ὀλίγου διαστήματος ἐν τῇ θαλάσσῃ, σανίδες τοῖς σταυροῖς ἐπετέθησαν, καὶ διὰ τῶνδε τῶν καταστρωμάτων ὁ μὲν Καῖσαρ καὶ ὁ Ἀντώνιος παρῆλθον ἐς τὸ πρὸς τῇ γῇ πεποιημένον, ὁ δὲ Πομπήιος καὶ ὁ Λίβων ἐς τὸ πελαγιώτερον, ὀλίγου ῥεύματος αὐτοὺς διείργοντος μὴ κεκραγότας ἀλλήλων ἀκούειν. ἐπεὶ δὲ ὁ μὲν Πομπήιος ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς ἥκειν ᾤετο ἀντὶ Λεπίδου, οἱ δὲ ὡς κάθοδον αὐτῷ δώσοντες μόνην, τότε μὲν ἐπ οὐδενὶ ἔργῳ διεκρίθησαν, διαπομπαὶ δὲ συχναὶ τῶν φίλων ἦσαν ἐπὶ ποικίλαις ἑκατέρων προκλήσεσιν. ᾔτει δ ὁ Πομπήιος τῶν προγεγραμμένων τε καὶ οἷ συνόντων τοῖς μὲν ἀνδροφόνοις Γαϊού Καίσαρος φυγὴν ἄδολον, τοῖς δὲ λοιποῖς κάθοδόν τε ἔντιμον καὶ τὰς οὐσίας, ἃς ἀναλώκεσαν. ἐπειγόμενοι δὲ ἐς τὰς συμβάσεις ὑπό τε τοῦ λιμοῦ καὶ ὑπὸ τοῦ δήμου, ἐς τὸ τέταρτον μόλις ἐνεδίδουν ὡς ὠνησόμενοι παρὰ τῶν ἐχόντων: καὶ τοῖς προγεγραμμένοις αὐτοῖς περὶ τούτων ἐπέστελλον, ἐλπίζοντες αὐτοῖς αὐτοὺς ἀγαπῆσειν. οἱ δὲ ἐδέχοντο πάντα, ἐπεὶ καὶ Πομπήιον αὐτὸν ἐδεδοίκεσαν ἤδη διὰ τὸ Μούρκου μύσος: καὶ προσιόντες τῷ Πομπηίῳ συνθέσθαι παρεκάλουν, ὅτε καὶ τὴν ἐσθῆτα κατερρήξατο ὁ Πομπήιος ὡς καὶ τῶνδε προδιδόντων αὑτόν, ὧν προμάχεται, καὶ θαμινὰ τὸν Μηνόδωρον ὡς στρατηγικὸν καὶ μόνον εὔνουν ἀνεκάλει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기