호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁ δέ "σπένδεσθαι μέν," ἔφη, "συνεχωρήσατε ἀλλήλοις, πρὸς οὓς ἂν ἐθέλητε:? καὶ οὐδενὶ τῶν ἀνδροφόνων Ἀντώνιος ἐσπείσατο, οὐδὲν ἔλασσον ἢ αὐτὸς σὺ τὸν σὸν πατέρα τιμῶν. Αἠνόβαρβος δὲ οὐκ ἔστι τῶν ἀνδροφόνων, ἡ δὲ ψῆφος αὐτῷ κατ ὀργὴν ἐπῆκται: οὐδὲ γὰρ τῆς βουλῆς πω τότε μετεῖχεν. εἰ δ ὡς φίλῳ Βρούτου μὴ συγγνῶναι νομίζοιμεν, οὐκ ἂν φθάνοιμεν ὀλίγου δεῖν ἅπασι χαλεπαίνοντες· Πομπηίῳ δὲ οὐ συνέθετο μὲν συμμαχήσειν ὁ Ἀντώνιος, πολεμούμενος δ ὑπὸ σοῦ προσλήψεσθαι σύμμαχον ἢ καὶ σοὶ συναλλάξειν, οὐδὲν ἀνήκεστον οὐδ ἐκεῖνον εἰργασμένον. σὺ δὲ καὶ τῶνδε τὴν αἰτίαν ἔχεις: εἰ γὰρ οὐκ ἐπολεμήθη κατὰ τὴν Ἰταλίαν, οὐδ ἂν οὗτοι πρεσβεύεσθαι ταῦτα πρὸς τὸν Ἀντώνιον ἐθάρρουν. " καὶ ὁ Καῖσαρ ἔτι ἐπικαλῶν "τὴν μὲν Ἰταλίαν," ἔφη, "κἀμὲ σὺν αὐτῇ, Μανιος καὶ Φουλβία καὶ Αεύκιος ἐπολέμουν: ὁ δὲ Πομπήιος οὐ πρότερον, ἀλλὰ νῦν Ἀντωνίῳ θαρρῶν ἐπιβέβηκε τῆς παραλίου. " καὶ ὁ Κοκκήιος "οὐκ Ἀντωνίῳ θαρρῶν," εἶπεν, "ἀλλὰ ὑπ Ἀντωνίου πεμφθείς. οὐ γὰρ ἐπικρύψω σε, ὅτι καὶ τὴν ἄλλην Ἰταλίαν ἐπιδραμεῖται ναυτικῷ πολλῷ ναυτικὸν οὐκ ἔχουσαν, εἰ μὴ διαλύσεσθε ὑμεῖς. " ὁ δὲ Καῖσαρ οὑ᾿ γὰρ ἀμελῶς ἤκουσε τοῦ τεχνάσματος᾿ ἐπισχὼν ὀλίγον εἶπεν: "ἀλλ οὐ χαιρήσει Πομπήιος, κακὸς κακῶς καὶ νῦν ἐκ Θουρίων ἐξελαθείς. " καὶ ὁ Κοκκήιος τὰ ἀμφίλογα πάντα κατιδὼν ἐπῆγε τὸν Φουλβίας θάνατον καὶ τρόπον αὐτοῦ, ὅτι πρὸς τὴν ὀργὴν Ἀντωτίου δυσχεράνασά τε νοσήσειε καὶ τὴν νόσον ἐπιτρίψειεν ὑπὸ τῆς δυσθυμίας, οὐκ ἰδόντος αὐτὴν οὐδὲ νοσοῦσαν Ἀντωνίου, ὡς αἴτιον τῇ γυναικὶ θανάτου γενόμενον: ἐκποδὼν δὲ κἀκείνης γενομένης, οὐδενὸς ὑμῖν ἐνδεῖν ἔτι ἔφη "πρὸς ἀλλήλους πλὴν ἀληθεῦσαι, περὶ ὧν ὑπενοήσατε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기