- 텍스트

Appian, The Civil Wars, book 5, chapter 5 6:

(아피아노스, The Civil Wars, book 5, chapter 5 6:)

"Λέγω δὲ ταῦτα ἐγὼ ἐγχειρίζων μὲν ἐμαυτόν σοι, καθάπερ εἶπον, εἰς ὅ τι θέλοις, ὑποδεικνὺς δέ, οἱᾶ καὶ πρότερον καὶ νῦν ἐφρόνησα περὶ σοῦ καὶ φρονῶν ἔτι μόνος ἀφικόμην.? καὶ περὶ μὲν ἐμοῦ τοσαῦτα: περὶ δὲ τῶν φίλων καὶ τοῦ στρατοῦ παντός, εἰ μὲν οὐχ ὑποπτεύσεις με λέγοντα, συμβουλεύσω τὰ σοὶ μάλιστα ὠφελιμώτατα, μηδὲν δεινὸν αὐτοὺς ἐργάσασθαι διὰ τὴν ἐμὴν καὶ σὴν φιλονικίαν, μηδὲ ἄνθρωπον ὄντα καὶ τύχῃ χρώμενον, οὐ βεβαίῳ πράγματι, κωλῦσαι τοὺς κινδυνεύειν ἐν τύχαις ἢ χρείαις ἐθελήσοντάς ποτε ὑπὲρ σοῦ, μαθόντας ἐκ τοῦδε τοῦ σοῦ νόμου δυσέλπιστον σῴζεσθαι μὴ κατορθοῦσιν. εἰ δὲ ὕποπτος ἢ ἄπιστος ἐχθροῦ πᾶσα συμβουλή, οὐκ ὀκνῶ καὶ παρακαλεῖν σε μὴ τοὺς φιλοὺς τίνυσθαι τῆς ἐμῆς ἁμαρτίας καὶ τύχης, ἀλλ εἰς ἐμὲ συναγαγεῖν πάντα, τὸν πάντων αἴτιον. ἀφ ἧς δὴ γνώμης αὐτοὺς ὑπελιπόμην, ἵνα μὴ δόξαιμι, σοὶ τάδε λέγων ἐκείνων ἀκουόντων, ὑπὲρ ἐμαυτοῦ τεχνάζων εἰπεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION