- 텍스트

Appian, The Civil Wars, book 5, chapter 5 4:

(아피아노스, The Civil Wars, book 5, chapter 5 4:)

Ὡς δὲ ἐπὶ τὴν τάφρον ἀφίκοντο, προσηγόρευσάν τε ἀλλήλους καὶ ὁ Λεύκιος ἔφη:? "εἰ μὲν ξένος ὢν ἐπολέμησα, ὦ Καῖσαρ, αἰσχρὰν ἂν τὴν τοιαύτην ἧσσαν ἡγούμην καὶ αἰσχίονα ἔτι τὴν παράδοσιν: καὶ τῆσδε τῆς αἰσχύνης εἶχον ἀπαλλαγὴν εὔκολον παρ ἐμαυτοῦ. ἐπεὶ δὲ πολίτῃ διηνέχθην καὶ ὁμοτίμῳ καὶ ὑπὲρ τῆς πατρίδος, οὐκ αἰσχρὸν ἡγοῦμαι μετὰ τοιᾶσδε προφάσεως ὑπὸ τοιοῦδε ἡσσῆσθαι. καὶ τάδε λέγω οὐ παραιτούμενος παθεῖν, ὅ τι θέλοις ῾διὰ γάρ σοι τοῦτο ἐς τὸ στρατόπεδον τὸ σὸν ἄνευ σπονδῶν ἱέμην᾿, ἀλλ ἵνα τοῖς ἄλλοις αἰτήσω συγγνώμην δικαίαν τε καὶ τοῖς σοῖς πράγμασι συμφέρουσαν. δεῖ δέ με τοῦτο ἐπιδεικνύντα διελεῖν τὸν λόγον ὑπὲρ τε ἐκείνων καὶ ὑπὲρ ἐμαυτοῦ, ἵνα μόνον ἐμὲ τῶν γεγονότων αἴτιον ἐπιγνοὺς εἰς ἐμὲ τὴν ὀργὴν συναγάγῃς. μὴ νομίσῃς δὲ ἐλεγχθήσεσθαι μετὰ παρρησίας ἅ᾿καιρον γάῤ, ἀλλὰ μετὰ ἀληθείας, ἧς οὐκ ἔνι μοι χωρὶς εἰπεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION