- 텍스트

Appian, The Civil Wars, book 5, chapter 4 7:

(아피아노스, The Civil Wars, book 5, chapter 4 7:)

Ἐπεὶ δὲ οὔτε τοῦ λιμοῦ τι τέλος ἦν οὔτε τῶν θανάτων, ἀχθόμενοι τοῖς γιγνομένοις οἱ ὁπλῖται παρεκάλουν τὸν Λεύκιον αὖθις ἀποπειρᾶσαι τῶν τειχῶν, ὡς διακόψοντες αὐτὰ πάντως.? ὁ δὲ τὴν ὁρμὴν ἀποδεξάμενος, "οὐκ ἀξίως," ἔφη, "πρῴην τῆς παρούσης ἀνάγκης ἠγωνισάμεθα," καὶ νῦν ἢ παραδιδόναι σφᾶς ἢ τοῦτο χεῖρον ἡγουμένους θανάτου μάχεσθαι μέχρι θανάτου. δεξαμένων δὲ προθύμως ἁπάντων καὶ, ἵνα μή τις ὡς ἐν νυκτὶ πρόφασις γένοιτο, κατὰ φῶς ἄγειν σφᾶς κελευόντων, ὁ Λεύκιος ἦγε πρὸ ἡμέρας. σίδηρόν τε τειχομάχον εἶχον τολὺν καὶ κλίμακας ἐς εἴδη πάντα διεσκευασμένας. ἐφέρετο δὲ καὶ τάφρων ἐγχωστήρια ὄργανα καὶ πύργοι πτυκτοί, σανίδας ἐς τὰ τείχη μεθιέντες, καὶ βέλη παντοῖα καὶ λίθοι, καὶ γέρρα τοῖς σκόλοψιν ἐπιρριπτεῖσθαι. προσπεσόντες δὲ μεθ ὁρμῆς βιαίου τὴν τάφρον ἐνέχωσαν καὶ τοὺς σταυροὺς ὑπερέβησαν καὶ τοῖς τείχεσι προσελθόντες οἱ μὲν ὑπώρυσσον, οἱ δὲ τὰς κλίμακας ἐπῆγον, οἱ δὲ τοὺς πύργους: ἐνεχείρουν τε ὁμοῦ καὶ ἠμύνοντο λίθοις καὶ τοξεύμασι καὶ μολυβδαίναις σὺν πολλῇ θανάτου καταφρονήσει. καὶ τάδε ἐγίγνετο κατὰ μέρη πολλά: ἐπειδὴ δέ τινας . . . ἐς πολλὰ διαιρουμένοις τοῖς πολεμίοις ἀσθενέστερα πάντα ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION