호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁ δὲ Καῖσαρ ἐσ τὸ Βρεντέσιον στρατιωτῶν τέλοσ ἔπεμπε καὶ Σαλουιδιηνὸν κατὰ σπουδὴν ἐκ τῆσ ἐσ Ἰβηρίαν ὁδοῦ μετεκάλει. τούσ τε στρατολογήσοντασ σφίσιν ἀνὰ τὴν Ἰταλίαν ὁ Καῖσαρ καὶ ὁ Λεύκιοσ περιέπεμπον· πεῖραί τε τούτων τῶν ξεναγῶν ἦσαν ἐσ ἀλλήλουσ βραχύτεραι καὶ μείζουσ καὶ ἐνέδραι πολλάκισ. ἡ δὲ εὔνοια τῶν Ἰταλῶν ἐσ τὸν Λεύκιον παρὰ πολὺ ἐποίει, ὡσ ὑπὲρ σφῶν τοῖσ κληρουχουμένοισ πολεμοῦντα. καὶ οὐχ αἱ καταγραφόμεναι τῷ στρατῷ πόλεισ ἔτι μόναι, ἀλλ’ ἡ Ἰταλία σχεδὸν ἅπασα ἀνίστατο, φοβουμένη τὰ ὅμοια· τούσ τε τῷ Καίσαρι κιχραμένουσ ἐκ τῶν ἱερῶν χρημάτων ἐκβάλλοντεσ ἐκ τῶν πόλεων ἢ ἀναιροῦντεσ, τὰ τείχη σφῶν διὰ χειρὸσ εἶχον καὶ πρὸσ τὸν Λεύκιον ἐχώρουν. ἐχώρουν δὲ καὶ οἱ κατοικιζόμενοι τῶν στρατιωτῶν ἐσ τὸν Καίσαρα, ὡσ ἐσ οἰκεῖον ἤδη πόλεμον ὑπὲρ σφῶν ἑκάτεροι διαρούμενοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기