호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡ δὲ αὐτὸν ἐπεδέχετο λαμπρῶσ. καὶ ὁ μὲν ἐχείμαζεν ἐνταῦθα, ἄνευ σημείων ἡγεμονίασ, ἰδιώτου σχῆμα καὶ βίον ἔχων, εἴθ’ ὡσ ἐν ἀλλοτρίᾳ τε ἀρχῇ καὶ βασιλευούσῃ πόλει, εἴτε τὴν χειμασίαν ὡσ πανήγυριν ἄγων, ἐπεὶ καὶ φροντίδασ ἀπετέθειτο καὶ ἡγεμόνων θεραπείαν, καὶ στολὴν εἶχε τετράγωνον Ἑλληνικὴν ἀντὶ τῆσ πατρίου, καὶ ὑπόδημα ἦν αὐτῷ λευκὸν Ἀττικόν, ὃ καὶ Ἀθηναίων ἔχουσιν ἱερεῖσ καὶ Ἀλεξανδρέων, καὶ καλοῦσι φαικάσιον. ἔξοδοί τε ἦσαν αὐτῷ ἐσ ἱερὰ ἢ γυμνάσια ἢ φιλολόγων διατριβὰσ μόναι καὶ δίαιτα μεθ’ Ἑλλήνων ὑπὸ Κλεοπάτρᾳ, ᾗ δὴ καὶ μάλιστα τὴν ἐπιδημίαν ἀνετίθει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기