호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπειδὴ <δὲ> ἐκράτησαν Πελοποννήσου, τρεῖσ ἱδρύσαντο βωμοὺσ πατρῴου Διόσ, καὶ ἐπὶ τούτων ἔθυσαν, καὶ ἐκληροῦντο τὰσ πόλεισ. πρώτη μὲν οὖν λῆξισ Ἄργοσ, δευτέρα <δὲ> Λακεδαίμων, τρίτη δὲ Μεσσήνη. κομισάντων δὲ ὑδρίαν ὕδατοσ, ἔδοξε ψῆφον βαλεῖν ἕκαστον. Τήμενοσ οὖν καὶ οἱ Ἀριστοδήμου παῖδεσ Προκλῆσ καὶ Εὐρυσθένησ ἔβαλον λίθουσ, Κρεσφόντησ δὲ βουλόμενοσ Μεσσήνην λαχεῖν γῆσ ἐνέβαλε βῶλον. ταύτησ δὲ διαλυθείσησ ἔδει τοὺσ δύο κλήρουσ ἀναφανῆναι. ἑλκυσθείσησ δὲ πρώτησ μὲν τῆσ Τημένου, δευτέρασ δὲ τῆσ τῶν Ἀριστοδήμου παίδων, Μεσσήνην ἔλαβε Κρεσφόντησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기