호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συνέβη δὲ καὶ τὸν στρατὸν ἐν Ναυπάκτῳ συμφορᾷ περιπεσεῖν. θνήσκουσι δὲ συμμαχοῦντεσ αὐτοῖσ οἱ Αἰγιμίου παῖδεσ, Πάμφυλοσ καὶ Δύμασ. ἐφάνη γὰρ αὐτοῖσ μάντισ χρησμοὺσ λέγων καὶ ἐνθεάζων, ὃν ἐνόμισαν μάγον εἶναι ἐπὶ λύμῃ τοῦ στρατοῦ πρὸσ Πελοποννησίων ἀπεσταλμένον. τοῦτον βαλὼν ἀκοντίῳ Ἱππότησ ὁ Φύλαντοσ τοῦ Ἀντιόχου τοῦ Ἡρακλέουσ τυχὼν ἀπέκτεινεν. οὕτωσ δὲ γενομένου τούτου τὸ μὲν ναυτικὸν διαφθαρεισῶν τῶν νεῶν ἀπώλετο, τὸ δὲ πεζὸν ἠτύχησε λιμῷ, καὶ διελύθη τὸ στράτευμα. χρωμένου δὲ περὶ τῆσ συμφορᾶσ Τημένου, καὶ τοῦ θεοῦ διὰ τοῦ μάντεωσ γενέσθαι ταῦτα λέγοντοσ, καὶ κελεύοντοσ φυγαδεῦσαι δέκα ἔτη τὸν ἀνελόντα καὶ χρήσασθαι ἡγεμόνι τῷ τριοφθάλμῳ, τὸν μὲν Ἱππότην ἐφυγάδευσαν, τὸν δὲ τριόφθαλμον ἐζήτουν. καὶ περιτυγχάνουσιν Ὀξύλῳ τῷ Ἀνδραίμονοσ, ἐφ’ ἵππου καθημένῳ μονοφθάλμου τὸν γὰρ ἕτερον τῶν ὀφθαλμῶν ἐκκέκοπτο τόξῳ. ἐπὶ φόνῳ γὰρ οὗτοσ φυγὼν εἰσ Ἦλιν, ἐκεῖθεν εἰσ Αἰτωλίαν ἐνιαυτοῦ διελθόντοσ ἐπανήρχετο. συμβαλόντεσ οὖν τὸν χρησμόν, τοῦτον ἡγεμόνα ποιοῦνται. καὶ συμβαλόντεσ τοῖσ πολεμίοισ καὶ τῷ πεζῷ καὶ τῷ ναυτικῷ προτεροῦσι στρατῷ, καὶ Τισαμενὸν κτείνουσι τὸν Ὀρέστου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기