호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀναβιβάσασ οὖν ἑαυτὸν ὁ Βελλεροφόντησ ἐπὶ τὸν Πήγασον, ὃν εἶχεν ἵππον ἐκ Μεδούσησ πτηνὸν γεγεννημένον καὶ Ποσειδῶνοσ, ἀρθεὶσ εἰσ ὕψοσ ἀπὸ τούτου κατετόξευσε τὴν Χίμαιραν. μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἐπέταξεν αὐτῷ Σολύμοισ μαχεσθῆναι. ὡσ δὲ ἐτελεύτησε καὶ τοῦτον, Ἀμαζόσιν ἐπέταξεν ἀγωνίσασθαι αὐτόν. ὡσ δὲ καὶ ταύτασ ἀπέκτεινε, τοὺσ γενναιότητι Λυκίων διαφέρειν δοκοῦντασ ἐπιλέξασ ἐπέταξεν ἀποκτεῖναι λοχήσαντασ. ὡσ δὲ καὶ τούτουσ ἀπέκτεινε πάντασ, θαυμάσασ τὴν δύναμιν αὐτοῦ ὁ Ιὀβάτησ τά τε γράμματα ἔδειξε καὶ παρ’ αὐτῷ μένειν ἠξίωσε· δοὺσ δὲ τὴν θυγατέρα Φιλονόην καὶ θνήσκων τὴν βασιλείαν κατέλιπεν αὐτῷ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기