호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ Αἰγύπτου παῖδες ἐλθόντες εἰς Ἄργος τῆς τε ἔχθρας παύσασθαι παρεκάλουν καὶ τὰς θυγατέρας αὐτοῦ γαμεῖν ἠξίουν.? Δαναὸς δὲ ἅμα μὲν ἀπιστῶν αὐτῶν τοῖς ἐπαγγέλμασιν, ἅμα δὲ καὶ μνησικακῶν περὶ τῆς φυγῆς, ὡμολόγει τοὺς γάμους καὶ διεκλήρου τὰς κόρας. Ὑπερμνήστραν μὲν οὖν τὴν πρεσβυτέραν ἐξεῖλον Λυγκεῖ καὶ Γοργοφόνην Πρωτεῖ: οὗτοι γὰρ ἐκ βασιλίδος γυναικὸς Ἀργυφίης ἐγεγόνεισαν Αἰγύπτῳ. τῶν δὲ λοιπῶν ἔλαχον Βούσιρις μὲν καὶ Ἐγκέλαδος καὶ Λύκος καὶ Δαΐφρων τὰς Δαναῷ γεννηθείσας ἐξ Εὐρώπης Αὐτομάτην Ἀμυμώνην Ἀγαυὴν Σκαιήν. αὗται δὲ ἐκ βασιλίδος ἐγένοντο Δαναῷ, ἐκ δὲ Ἐλεφαντίδος Γοργοφόνη καὶ Ὑπερμνήστρα. Ἴστρος δὲ Ἱπποδάμειαν, Χαλκώδων Ῥοδίαν, Ἀγήνωρ Κλεοπάτραν, Χαῖτος Ἀστερίαν, Διοκορυστὴς Ἱπποδαμείαν, Ἄλκης Γλαύκην, Ἀλκμήνωρ Ἱππομέδουσαν, Ἱππόθοος Γόργην, Εὐχήνωρ Ἰφιμέδουσαν, Ἱππόλυτος Ῥόδην. οὗτοι μὲν οἱ δέκα ἐξ Ἀραβίας γυναικός, αἱ δὲ παρθένοι ἐξ Ἁμαδρυάδων νυμφῶν, αἱ μὲν Ἀτλαντείης, αἱ δὲ ἐκ Φοίβης. Ἀγαπτόλεμος δὲ ἔλαχε Πειρήνην, Κερκέτης δὲ Δώριον, Εὐρυδάμας Φάρτιν, Αἴγιος Μνήστραν, Ἄργιος Εὐίππην, Ἀρχέλαος Ἀναξιβίην, Μενέμαχος Νηλώ, οἱ <μὲν> ἑπτὰ ἐκ Φοινίσσης γυναικός, αἱ δὲ παρθένοι Αἰθιοπίδος. ἀκληρωτὶ δὲ ἔλαχον δι ὁμωνυμίαν τὰς Μέμφιδος οἱ ἐκ Τυρίας, Κλειτὸς Κλειτήν, Σθένελος Σθενέλην, Χρύσιππος Χρυσίππην. οἱ δὲ ἐκ Καλιάδνης νηίδος νύμφης παῖδες δώδεκα ἐκληρώσαντο περὶ τῶν ἐκ Πολυξοῦς νηίδος νύμφης: ἦσαν δὲ οἱ μὲν παῖδες Εὐρύλοχος Φάντης Περισθένης Ἕρμος Δρύας Ποταμὼν Κισσεὺς Λίξος Ἴμβρος Βρομίος Πολύκτωρ Χθονίος, αἱ δὲ κόραι Αὐτονόη Θεανὼ Ἠλέκτρα Κλεοπάτρα Εὐρυδίκη Γλαυκίππη Ἀνθήλεια Κλεοδώρη Εὐίππη Ἐρατὼ Στύγνη Βρύκη. οἱ δὲ <ἐκ> Γοργόνος Αἰγύπτῳ γενόμενοι ἐκληρώσαντο περὶ τῶν ἐκ Πιερίας, καὶ λαγχάνει Περίφας μὲν Ἀκταίην, Οἰνεὺς δὲ Ποδάρκην, Αἴγυπτος Διωξίππην, Μενάλκης Ἀδίτην, Λάμπος Ὠκυπέτην, Ἴδμων Πυλάργην. οὗτοι δέ εἰσι νεώτατοι: Ἴδας Ἱπποδίκην, Δαΐφρων Ἀδιάντην αὗται δὲ ἐκ μητρὸς ἐγένοντο Ἕρσης, Πανδίων Καλλιδίκην, Ἄρβηλος Οἴμην, Ὑπέρβιος Κελαινώ, Ἱπποκορυστὴς Ὑπερίππην: οὗτοι ἐξ Ἡφαιστίνης, αἱ δὲ ἐκ Κρινοῦς. ὡς δὲ ἐκληρώσαντο τοὺς γάμους, ἑστιάσας ἐγχειρίδια δίδωσι ταῖς θυγατράσιν. αἱ δὲ κοιμωμένους τοὺς νυμφίους ἀπέκτειναν πλὴν Ὑπερμνήστρας: αὕτη γὰρ Λυγκέα διέσωσε παρθένον αὐτὴν φυλάξαντα: διὸ καθείρξας αὐτὴν Δαναὸς ἐφρούρει. αἱ δὲ ἄλλαι τῶν Δαναοῦ θυγατέρων τὰς μὲν κεφαλὰς τῶν νυμφίων ἐν τῇ Λέρνῃ κατώρυξαν, τὰ δὲ σώματα πρὸ τῆς πόλεως ἐκήδευσαν. καὶ αὐτὰς ἐκάθηραν Ἀθηνᾶ τε καὶ Ἑρμῆς Διὸς κελεύσαντος. Δαναὸς δὲ ὕστερον Ὑπερμνήστραν Λυγκεῖ συνῴκισε, τὰς δὲ λοιπὰς θυγατέρας εἰς γυμνικὸν ἀγῶνα τοῖς νικῶσιν ἔδωκεν. Ἀμυμώνη δὲ ἐκ Ποσειδῶνος ἐγέννησε Ναύπλιον. οὗτος μακρόβιος γενόμενος, πλέων τὴν θάλασσαν, τοῖς ἐμπίπτουσιν ἐπὶ θανάτῳ ἐπυρσοφόρει. συνέβη οὖν καὶ αὐτὸν τελευτῆσαι ἐκείνῳ τῷ θανάτῳ. πρὶν δὲ τελευτῆσαι ἔγημε ὡς μὲν οἱ τραγικοὶ λέγουσι, Κλυμένην τὴν Κατρέως, ὡς δὲ ὁ τοὺς νόστους γράψας, Φιλύραν, ὡς δὲ Κέρκωψ, Ἡσιόνην, καὶ ἐγέννησε Παλαμήδην Οἰάκα Ναυσιμέδοντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기