- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 668

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 668)

εἰς προάστειον ὀνομαζόμενον Ἔρωτα ἐν Ἀμασείᾳ ἦ καλὸν ἄλσος Ἔρωτος, ὅπου καλὰ δένδρεα ταῦτα πρηϋ`ς ἐπιπνείων ἀμφιδονεῖ Ζέφυρος:? ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν, πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκων καὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπ ἄλλῳ μαστὸς ἀναθλίβει χεύματα Ναϊάδος: ὁππόθι δενδρήεντα γέρων παρανήχεται Ἶρις χῶρον, Ἁμαδρυάδων ἔνδιον ἁβροκόμων, καὶ λιπαρῆς εὔβοτρυν ἀν ὀργάδα καρπὸς ἐλαίης θάλλει ἐρισταφύλων πάντοσε θειλοπέδων αἱ δὲ πέριξ λαλαγεῦσιν ἀηδόνες: ὃς δὲ μελίζει ἀντῳδὸν τέττιξ φθέγματος ἁρμονίαν.

ἀλλὰ τὸν ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃς τόνδε δόμον, λιτῆς δ ἀντίασον ξενίης.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION