호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν λόγοις καὶ πράξεσιν, ὁ δὲ ἀναίσθητος τοιοῦτός τις, οἱο῀ς λογισάμενος ταῖς ψήφοις καὶ κεφάλαιον ποιήσας ἐρωτᾶν τὸν παρακαθήμενον: τί γίγνεται·
καὶ δίκην φεύγων καὶ ταύτην εἰσιέναι μέλλων ἐπιλαθόμενος εἰς ἀγρὸν πορεύεσθαι. καὶ θεωρῶν ἐν τῷ θεάτρῳ μόνος καταλείπεσθαι καθεύδων.
πολλὰ φαγών, τῆς νυκτὸς ἀναστὰς ὡς ἐπὶ θάκου ὑπὸ κυνὸς τῆς τοῦ γείτονος δηχθῆναι.
τοῦτο ζητεῖν καὶ μὴ δύνασθαι εὑρεῖν.
καὶ ἀπαγγέλλοντος αὐτῷ, ὅτι τετελεύτηκέ τις αὐτοῦ τῶν φίλων, ἵνα παραγένηται, σκυθρωπάσας καὶ δακρύσας εἰπεῖν: ἀγαθῇ τύχῃ.
δεινὸς δὲ καὶ ἀπολαμβάνων ἀργύριον ὀφειλόμενον μάρτυρας παραλαβεῖν. καὶ χειμῶνος ὄντος μάχεσθαι τῷ παιδί, ὅτι σικύους οὐκ ἠγόρασεν.
καὶ τροχάζειν [καὶ] εἰς κόπον ἐμβαλεῖν.
καὶ ἐν ἀγρῷ αὐτὸς φακῆν ἕψων δὶς ἅλας εἰς τὴν χύτραν ἐμβαλὼν ἄβρωτον ποιῆσαι. καὶ ὑόντος τοῦ Διὸς εἰπεῖν:
ἡδύ γε τῶν ἄστρων νομίζει, ὅτι δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης. καὶ λέγοντός τινος:
πόσους οἰεί κατὰ τὰς Ιἑρὰς πύλας ἐξενηνέχθαι νεκρούς· πρὸς τοῦτον εἰπεῖν: ὅσοι ἐμοὶ καὶ σοὶ γένοιντο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기