호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κοϊ´ντῳ Σερτωρίῳ γένος ἦν οὐκ ἀσημότατον ἐν πόλει Νούρσοις τῆς Σαβίνων τραφεὶς δὲ κοσμίως ὑπὸ μητρὶ χήρᾳ πατρὸς ὀρφανός ὑπερφυῶς δοκεῖ φιλομήτωρ γενέσθαι, ὄνομα τῆς μητρὸς Ῥέαν λέγουσιν.? ἤσκητο μὲν οὖν καί περὶ δίκας ἱκανῶς, καί τινα καί δύναμιν ἐν τῇ πόλει μειράκιον ὢν ἀπὸ τοῦ λέγειν ἔσχεν αἱ δὲ περὶ τὰ στρατιωτικὰ λαμπρότητες αὐτοῦ καί κατορθώσεις ἐνταῦθα τὴν φιλοτιμίαν μετέστησαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기