ῥαγάς?
Third declension Noun; Masculine
자동번역
Transliteration: rhagas
Principal Part:
ῥαγάς
ῥαγάδος
Structure:
ῥαγαδ
(Stem)
+
ς
(Ending)
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- τὸν λεπτὸν θακεῦντα Μενέστρατον εἰάρος ὡρ´ῃ μύρμηξ ἐξελθὼν εἵλκυσεν εἰς ῥαγάδα: (Unknown, Greek Anthology, Volume IV, book 11, chapter 4071)
- χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν: (Diogenes Laertius, Lives of Eminent Philosophers, , Kef. d'. PITTAKOS 8:4)
- ἔπειτ εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν κατὰ τὴν ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν εἶναι τὰς ῥαγάδας συνέβαινε, καθ ἃς ἀδύνατον ἦν διαμένειν τοσοῦτο πλῆθος ὕδατος: (Diodorus Siculus, Bibliotheca Historica, book 1, chapter 39 10:1)
- ἀντήσας ποταμοῖο πέλας, πεφρικότα χαίτας, ἄρτι καὶ ἐξ ὕλας πάγχυ λιπόντα βάθος, χαλκῷ Ξεινόφιλος κατενήρατο, καὶ παρὰ φηγῷ θηρὸς ἀθωπεύτου Πανὶ καθῆψε δέρας, Κώμαυλος τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέροντα ῥᾶγας, ἀπέκτεινεν τῷδ ἐπὶ θειλοπέδῳ: (Unknown, Greek Anthology, book 6, chapter 168 1:1)
- ἀλλὰ καὶ ὣς ἦγε, καὶ ἀφικνεῖται ἐς Ῥάγας ἑνδεκάτῃ ἡμέρᾳ. (Arrian, Anabasis, book 3, chapter 20 2:1)
- ὁ δ Ἀντίγονος τὴν δύναμιν ἅπασαν ἀναλαβὼν εἰς Μηδίαν αὐτὸς μὲν ἔν τινι κώμῃ παρεχείμασεν οὔσῃ πλησίον Ἐκβατάνων, ἐν ᾗ τῆς χώρας ἐκείνης ἐστὶ τὰ βασίλεια, τοὺς δὲ στρατιώτας ἐπιδιεῖλεν εἰς ἅπασαν τὴν σατραπείαν καὶ μάλιστα εἰς τὴν ἐπαρχίαν τὴν προσαγορευομένην Ῥάγας, ἣ ταύτην τὴν προσηγορίαν ἔσχεν ἀπὸ τῶν γενομένων περὶ αὐτὴν ἀτυχημάτων ἐν τοῖς ἔμπροσθεν χρόνοις: (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 44 4:1)
- Δοῦρις δὲ τὰς Ῥάγας τὰς κατὰ Μηδίαν ὠνομάσθαι φησὶν ὑπὸ σεισμῶν ῥαγείσης τῆς περὶ τὰς Κασπίους πύλας γῆς, ὥστε ἀνατραπῆναι πόλεις συχνὰς καὶ κώμας καὶ ποταμοὺς ποικίλας μεταβολὰς δέξασθαι. (Strabo, Geography, book 1, chapter 3 38:7)
- ἔστι δ Ἀπάμεια καὶ Ἡράκλεια, πόλεις περὶ τὰς Ῥάγας. (Strabo, Geography, Book 11, chapter 9 2:6)