- πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς δύναιτ ἂν ἐξελθεῖν ποτ ἐκ τῆσδε στέγης, ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις, ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους, μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις Θεαρίων ἔδειξεν· (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 782)
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 782)
- οὗτός ἐστι Θεαρίων ὁ ἀρτοποιὸς οὗ μνημονεύει Πλάτων ἐν Γοργίᾳ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον οὕτως γράφων: (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 78 1:1)
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 78 1:1)
- οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, ὁ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὁ δὲ ὄψον, ὁ δὲ οἶνον. (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 78 1:2)
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 78 1:2)
- καλοὶ κἀγαθοὶ γεγόνασιν πολῖται ἐν τῇ πόλει, καὶ ἐπειδὰν ἐγὼ ἐρωτῶ οἵτινες, δοκεῖς μοι ὁμοιοτάτους προτείνεσθαι ἀνθρώπους περὶ τὰ πολιτικά, ὥσπερ ἂν εἰ περὶ τὰ γυμναστικὰ ἐμοῦ ἐρωτῶντος οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶν σωμάτων θεραπευταί, ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασιν σωμάτων θεραπευταί, ὁ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὁ δὲ ὄψον, ὁ δὲ οἶνον. (Plato, Euthydemus, Protagoras, Gorgias, Meno, 434:1)
(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, 434:1)
- οἶμαι τοίνυν ἔγωγε καὶ τὴν ἐπωνυμίαν ἢν ἔσχεν ἐκεῖνος ἐν τοῖς Ἕλλησιν, οὐχ ἥνπερ Μίθαικός τε καὶ Θεαρίων, ἀλλὰ τὴν αὐτὴν τῷ Διὶ, μαρτύριον μέγιστον εἶναι τοῖς ὑπὲρ αὐτοῦ λόγοις καὶ ὡς οὐ τῶν φαύλων τις ἦν. (Aristides, Aelius, Orationes, 34:12)
(아리스티데스, 아일리오스, 연설, 34:12)