θεά?
First declension Noun; Feminine
Transliteration: thea
Principal Part:
θεά
Structure:
θε
(Stem)
+
α
(Ending)
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- τὴν δ Ἀφροδίτην ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκ ἐν ἀφρῷ θρέφθη: (Hesiod, Theogony, Book Th. 22:10)
- ἀλλ ὅτε δὴ ἄρ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην τέξεσθαι, τότ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος. (Hesiod, Theogony, Book Th. 83:2)
- ἄγ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν Δήμητρα θέμεναι μάρτυρ ἡλίου τε φῶς, ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν. (Euripides, Suppliants, episode 5:4)
- μηδὲ γαῖάν ποτ ἔλθοι Λάκαιναν πατρῷ- όν τε θάλαμον ἑστίας, μηδὲ πόλιν Πιτάνας χαλκόπυλόν τε θεάν, δύσγαμον αἶσχος ἑλὼν Ἑλλάδι τᾷ μεγάλᾳ καὶ Σιμοεντιάσιν μέλεα πάθεα ῥοῇσιν. (Euripides, The Trojan Women, choral, antistrophe 22)
- ὁ δαίμων ὁ Διὸς παῖς χαίρει μὲν θαλίαισιν, φιλεῖ δ ὀλβοδότειραν Εἰ- ρήναν, κουροτρόφον θεάν. (Euripides, choral, antistrophe 21)
- ἀγχίμολον δέ σφ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη, καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα: (Hesiod, Shield of Heracles, Book Sh. 29:5)
- ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη αἰγίδ ἀνασσείσασα: (Hesiod, Shield of Heracles, Book Sh. 32:4)
- ἀλλ ἀνίκατον θεὰ ἔσχεν χόλον: (Bacchylides, , epinicians, ode 5 8:2)
- ἐπεὶ τοίνυν, ὦ Κράτων, δεινήν τινα ταύτην κατηγορίαν ἐκ πολλοῦ, οἶμαι, παρεσκευασμένος κατηγόρηκας ὀρχήσεών τε καὶ αὐτῆς ὀρχηστικῆς, καὶ προσέτι ἡμῶν γε τῶν χαιρόντων τῇ τοιαύτῃ θέᾳ ὡς ἐπὶ φαύλῳ καὶ γυναικείῳ πράγματι μεγάλην σπουδὴν ποιουμένων, ἄκουσον ὅσον τοῦ ὀρθοῦ διημάρτηκας καὶ ὡς λέληθας σεαυτὸν τοῦ μεγίστου τῶν ἐν τῷ βίῳ ἀγαθῶν κατηγορῶν. (Lucian, De saltatione, (no name) 1:1)
- ὥστε ἔγωγε πυθόμενος ὡς ἐπὶ τοιαύτῃ θέᾳ σχολάζοις, οὐκ ᾐδέσθην μόνον ὑπὲρ σοῦ ἀλλὰ καὶ ἠνιάθην εἰ Πλάτωνος καὶ Χρυσίππου καὶ Ἀριστοτέλους ἐκλαθόμενος κάθησαι τὸ ὅμοιον πεπονθὼς τοῖς τὰ ὦτα πτερῷ κνωμένοις, καὶ ταῦτα μυρίων ἄλλων ὄντων ἀκουσμάτων καὶ θεαμάτων σπουδαίων, εἰ τούτων τις δέοιτο, τῶν κυκλίων αὐλητῶν καὶ τῶν κιθάρᾳ τὰ ἔννομα προσᾳδόντων, καὶ μάλιστα τῆς σεμνῆς τραγῳδίας καὶ τῆς φαιδροτάτης κωμῳδίας, ἅπερ καὶ ἐναγώνια εἶναι ἠξίωται. (Lucian, De saltatione, (no name) 2:2)