- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἱππήλατος?

First/Second declension Adjective; Transliteration: hippēlatos

Principal Part: ἱππήλατος ἱππήλατον

Structure: ἱππηλατ (Stem) + ος (Ending)

Sense

  1. fit for horsemanship or driving

Examples

  • ἀλλὰ παρ ἡμῶν ἐξαίρετον ^ τῆς συμβουλῆς τοῦτό ἐστιν, ὅτι ἡδίστην τε ἅμα καὶ ἐπιτομωτάτην καὶ ἱππήλατον καὶ κατάντη σὺν πολλῇ τῇ θυμηδίᾳ καὶ τρυφῇ διὰ λειμώνων εὐανθῶν καὶ σκιᾶς ἀκριβοῦς σχολῇ καὶ βάδην ἀνιὼν ἀνιδρωτὶ ἐπιστήσῃ τῇ ἄκρᾳ καὶ ἀγρεύσεις ^ οὐ καμὼν καὶ νὴ Δί εὐωχήσῃ κατακείμενος, ἐκείνους ^ ὁπόσοι τὴν ἑτέραν ἐτράποντο ἀπὸ τοῦ ὑψηλοῦ ἐπισκοπῶν ἐν τῇ ὑπωρείᾳ τῆς ἀνόδου ἔτι, κατὰ δυσβάτων καὶ ὀλισθηρῶν τῶν κρημνῶν μόλις ἀνέρποντας, ἀποκυλιομένους ἐπὶ κεφαλὴν ἐνίοτε καὶ πολλὰ τραύματα λαμβάνοντας περὶ τραχείαις ταῖς πέτραις: (Lucian, Rhetorum praeceptor, (no name) 3:3)
  • πολλή τοι Σπάρτη, πολλὴ δ ἱππήλατος ῏Ηλις, Ἀρκαδίη τ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα, Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή: (Theocritus, Idylls, 99)
  • δούρατι δὲ προβολαίῳ ὑπ ἀσπίδι ὦμον ἔχοντα ἀνδρὸς ὀρέξασθαι ξιφέων τ ἀνέχεσθαι ἀμυχμόν, κοσμῆσαί τε φάλαγγα λόχον τ ἀναμετρήσασθαι δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών, ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς ναῖε παρ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος. (Theocritus, Idylls, 65)
  • οὐ γάρ τις νήσων ἱππήλατος οὐδ ἐυλείμων, αἵ θ ἁλὶ κεκλίαται: (Homer, Odyssey, Book 4 64:12)
  • ὑμεῖς ἔργῳ ἐποιήσατε, καταμετρήσαντες μὲν πᾶσαν τὴν οἰκουμένην, ζεύξαντες δὲ παντοδαπαῖς γεφύραις ποταμοὺς, καὶ ὄρη κόψαντες ἱππήλατον γῆν εἶναι, σταθμοῖς τε τὰ ἔρημα ἀναπλήσαντες, καὶ διαίτῃ καὶ τάξει πάντα ἡμερώσαντες. (Aristides, Aelius, Orationes, 29:11)
  • ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν, οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ εὐρεῖα τέτυκται. (Homer, Odyssey, Book 13 31:5)

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION