- κἀκεῖ γὰρ αὐτὸς μὲν ὁ νεὼς κάλλιστός τε καὶ μέγιστος, λίθοις τοῖς πολυτελέσιν ἠσκημένος καὶ χρυσῷ καὶ γραφαῖς διηνθισμένος, ἔνδον δὲ ἢν ζητῇς τὸν θεόν, ἢ πίθηκός ἐστιν ἢ ἶβις ἢ τράγος ἢ αἴλουρος. (Lucian, Imagines, (no name) 11:10)
(루키아노스, Imagines, (no name) 11:10)
- ὁ βοῦς θεός, Πηλουσιώταις δὲ κρόμμυον, καὶ ἄλλοις ἶβις ἢ κροκόδειλος καὶ ἄλλοις κυνοκέφαλος ἢ αἴλουρος ἢ πίθηκος: (Lucian, Juppiter trageodeus, (no name) 42:5)
(루키아노스, Juppiter trageodeus, (no name) 42:5)
- πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο χωλός, Μενίππῳ δ ἦν χελιδὼν τοὔνομα, Ὀπουντίῳ δ ὀφθαλμὸν οὐκ ἔχων κόραξ, κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει, ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς, Συρακοσίῳ δὲ κίττα: (Aristophanes, Birds, Lyric-Scene, antistrophe 114)
(아리스토파네스, Birds, Lyric-Scene, antistrophe 114)
- Τιμοκλῆς δ ἐν Αἰγυπτίοις πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων· (Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 55 2:5)
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 55 2:5)
- οἱ δ᾿ ἱερεῖς ὕδατι χρῶνται, περιαγνίζοντες ἑαυτούς, ἐξ οὗ πέπωκεν ἶβις ἂν γὰρ ᾖ φαρμακῶδες ἢ νοσηρὸν ἄλλως τὸ ὕδωρ, οὐ πρόσεισιν. (Plutarch, De sollertia animalium, chapter, section 20 6:1)
(플루타르코스, De sollertia animalium, chapter, section 20 6:1)