ἧχι?
Adverb;
자동번역
Transliteration: hēchi
Principal Part:
ἧχι
Etym.: not h(=|xi epic for ᾗ
- ὥσπερ εἴ τις μετὰ τὰ οὐράνια τὰ ἐν Αἵδου τιθείη, τὴν δὲ γῆν καὶ τὰ περὶ γῆν εἰς τὸν τάρταρον ἀπώσειε τῆλε μάλ, ἧχι βάθιστον ὑπὸ χθονὸς ἔστι βέρεθρον. (Plutarch, De communibus notitiis adversus Stoicos, section 12 6:1)
- ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιξον, πευθόμεθ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ, κείνου δ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. (Homer, Odyssey, Book 3 13:6)
- ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν, ἧχι Κύδωνες ἔναιον Ιἀρδάνου ἀμφὶ ῥέεθρα. (Homer, Odyssey, Book 3 27:5)
- αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, ἑξείης πέτασαν παρὰ θῖν ἁλός, ἧχι μάλιστα λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. (Homer, Odyssey, Book 6 10:4)
- παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ. (Homer, Odyssey, Book 19 58:2)
- Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν Ἀντιπάτρῳ φησὶν ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δὲ ἀριμήλων πορφυρέων, Ἐφύρῃ τὰ τ ἀέξεται ἠνεμοέσσῃ. (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 22 3:2)
- δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τ ἀερθεὶς ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν. (Apollodorus, Argonautica, book 3 3:44)
- ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι ῥόχθεον, ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλὸξ ἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης, καπνῷ δ ἀχλυόεις αἰθὴρ πέλεν, οὐδέ κεν αὐγὰς ἔδρακες ἠελίοιο. (Apollodorus, Argonautica, book 4 15:21)
- ἕν τι τῶν χασμάτων τῆς γῆς ἄλλως τε μέγιστον τυγχάνει ὀ`ν καὶ διαμπερὲς τετρημένον δι ὅλης τῆς γῆς, τοῦτο ὅπερ Ὅμηρος εἶπε, λέγων αὐτότῆλε μάλ, ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον: (Plato, Euthyphro, Apology, Crito, Phaedo, 897:4)