- ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι. (Lucian, Vitarum auctio, (no name) 14:16)
(루키아노스, Vitarum auctio, (no name) 14:16)
- ἐμοὶ δὲ τοῦτο ἱκανὸν ἦν, πάντας ἀνθρώπους ἡβηδὸν οἰμώζειν ποιῆσαι. (Lucian, Timon, (no name) 37:2)
(루키아노스, Timon, (no name) 37:2)
- μετὰ γὰρ τὴν ἅλωσιν αὐτῆς καὶ τὴν τῶν αἰχμαλώτων ἄφιξιν, οὓς ἀπέστειλεν ὁ στρατηγὸς Πάχης, διττῶν ἐκκλησιῶν γενομένων ἐν ταῖς Ἀθήναις τοὺς μὲν ἐν τῇ προτέρᾳ ῥηθέντας ὑπὸ τῶν δημαγωγῶν λόγους παρέλιπεν ὡς οὐκ ἀναγκαίους, ἐν ᾗ τούς τε αἰχμαλώτους ἀποκτεῖναι ὁ δῆμος ἐψηφίσατο καὶ τοὺς ἄλλους Μυτιληναίους ἡβηδόν, γυναῖκας δὲ καὶ παῖδας ἀνδραποδίσαι: (Dionysius of Halicarnassus, , chapter 17 1:3)
(디오니시오스, , chapter 17 1:3)
- πλὴν ὅτι τοὺς Μηλίους ἡβηδὸν ἀποσφαγῆναι τὴν πλείστην αἰτίαν ἔσχε, τῷ ψηφίσματι συνειπών. (Plutarch, , chapter 16 5:2)
(플루타르코스, , chapter 16 5:2)
- ἐπεὶ μέντοι τὴν ἀρχὴν ὁ Σκηπίων παραλαβὼν εὐθὺς ἐβούλετο Ιὄβᾳ χαριζόμενος Ἰτυκαίους ἡβηδὸν ἀποκτεῖναι καί κατασκάψαι τὴν πόλιν ὡς τὰ Καίσαρος φρονοῦσαν, οὐχ ὑπέμεινεν ὁ Κάτων, ἀλλὰ μαρτυρόμενος καί κεκραγὼς ἐν τῷ συνεδρίῳ καί θεοκλυτῶν μόλις ἐξείλετο τῆς ὠμότητος αὐτῶν τοὺς ἀνθρώπους: (Plutarch, Cato the Younger, chapter 58 1:1)
(플루타르코스, Cato the Younger, chapter 58 1:1)