γλῶττα?
First declension Noun; Feminine
이형
Transliteration: glōtta
Principal Part:
γλῶττα
γλώττης
Structure:
γλωττ
(Stem)
+
α
(Ending)
Sense
- Alternative form of γλῶσσα (glôssa)
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ παμμιαρώτατος Ἀντίοχος, ἐκέλευσε τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν. (Septuagint, Liber Maccabees IV 10:17)
- σὲ δὲ ταχέως μετελεύσεται ὁ Θεός, τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις. (Septuagint, Liber Maccabees IV 10:21)
- ἀξιῶ δέ, ὦ Ζεῦ, μετὰ παρρησίας μοι δοῦναι εἰπεῖν οὐδὲ γὰρ ἂν ἄλλως δυναίμην, ἀλλὰ πάντες με ἴσασιν ὡς ἐλεύθερός εἰμι τὴν γλῶτταν καὶ οὐδὲν ἂν κατασιωπήσαιμι τῶν οὐ καλῶς γιγνομένων διελέγχω γὰρ ἅπαντα καὶ λέγω τὰ δοκοῦντά μοι ἐς τὸ φανερὸν οὔτε δεδιώς τινα οὔτε ὑπ αἰδοῦς ἐπικαλύπτων τὴν γνώμην ὥστε καὶ ἐπαχθὴς δοκῶ τοῖς πολλοῖς καὶ συκοφαντικὸς τὴν φύσιν, δημόσιός τις κατήγορος ὑπ αὐτῶν ἐπονομαζόμενος. (Lucian, Deorum concilium, (no name) 2:1)
- προσάψῃ δὲ μηδέποτε μηδὲ ἀναγνῷς μηδὲ ὑπαγάγῃς τῇ γλώττῃ παλαιῶν ἀνδρῶν λόγους καὶ ποιήματα μηδὲν δεινόν σε εἰργασμένα. (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 28:4)
- ὥστε καὶ τὸν υἱὸν - ἔτι δέ μοι κομιδῇ νέος ἐστὶν - εὐξαίμην ἂν οὐ τὴν γνώμην οὐδὲ τὴν γλῶτταν ἀλλὰ τὸ αἰδοῖον ἕτοιμον ἐς φιλοσοφίαν ἔχειν. (Lucian, Eunuchus, (no name) 13:4)
- μέμνημαι γοῦν, ἔφη, καὶ κωμικῶν τινων ἰαμβείων παρ ὑμῶν μαθών, τοῖς γὰρ λάλοις ἐξ ἄκρου ἡ γλῶττα πᾶσὶν ἐστι τετρυπημένη. (Lucian, Hercules, 5:3)
- ἐπεποίητο δὲ αὐτοῖς πάλαι καὶ κατεσκεύαστο κεφαλὴ δράκοντος ὀθονίνη ἀνθρωπόμορφόν τι ἐπιφαίνουσα, κατάγραφος, πάνυ εἰκασμένη, ὑπὸ θριξὶν ἱππείαις ἀνοίγουσά τε καὶ αὖθις ἐπικλείουσα τὸ στόμα, καὶ γλῶττα οἱά δράκοντος διττὴ μέλαινα προέκυπτεν, ὑπὸ τριχῶν καὶ αὐτὴ ἑλκομένη. (Lucian, Alexander, (no name) 12:2)
- "ἐμοὶ δὲ ἡ γλῶττά τε ἤδη λογᾷ καὶ δὴ ἀνηγόμην γε ὡς ἀρχαιολογήσων ὑμῖν καὶ κατανίψων ἀπὸ γλώττης ἅπαντας. (Lucian, Lexiphanes, (no name) 15:2)
- ἐπειδὴ δὲ ἐπαύσατο, τοῦτο δὴ τὸ τῶν Φαιάκων πάθος ἐπεπόνθειν πολὺν γὰρ δὴ χρόνον ἐς αὐτὸν ἀπέβλεπον κεκηλημένος εἶτα πολλῇ συγχύσει καὶ ἰλίγγῳ κατειλημμένος τοῦτο μὲν ἱδρῶτι κατερρεόμην, τοῦτο δὲ φθέγξασθαι βουλόμενος ἐξέπιπτόν τε καὶ ἀνεκοπτόμην, καὶ ἥ τε φωνὴ ἐξέλειπε καὶ ἡ γλῶττα διημάρτανε, καί τέλος ἐδάκρυον ἀπορούμενος: (Lucian, Nigrinus, Nigrinou Fiaosofia 35:3)
- "καὶ αὐτὸ δέ σοι τὸ στόμα πρὸς ἅπαντα ὁμοίως κεχηνέτω, καὶ ἡ γλῶττα ὑπηρετείτω καὶ πρὸς τοὺς λόγους καὶ πρὸς τὰ ἄλλα ὁπόσα ἂν δύνηται. (Lucian, Rhetorum praeceptor, (no name) 13:74)