ἐλέφας?
Third declension Noun; Masculine
Transliteration: elephās
Principal Part:
ἐλέφας
ἐλέφαντος
Structure:
ἐλεφαντ
(Stem)
+
ς
(Ending)
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων, ὦν ἐβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ (Septuagint, Liber Maccabees I 3:34)
- καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες τῶν πεζῶν καὶ εἴκοσι χιλιάδες ἵππων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον. (Septuagint, Liber Maccabees I 6:30)
- καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακόσιοι ἵπποι διατεταγμένοι ἑκάστῳ θηρίῳ ἐκλελεγμένοι. (Septuagint, Liber Maccabees I 6:35)
- καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθεκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ. (Septuagint, Liber Maccabees I 6:46)
- καὶ Ἀντίοχον τὸν μέγαν βασιλέα τῆς Ἀσίας τὸν πορευθέντα ἐπ᾿ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσιν ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα, καὶ συνετρίβη ὑπ᾿ αὐτῶν, (Septuagint, Liber Maccabees I 8:6)
- ἐμὲ γοῦν ποτε καὶ αὐτὸν οὐχ ἧττον ἢ σὲ νῦν ἐξέπληττε μὲν χρυσὸς ὡς κτῆμα τῶν ἄλλων οὐδενὶ παραβλητὸν ᾕρει δ ἄργυρος καὶ ἐλέφας: (Plutarch, Bruta animalia ratione uti, chapter, section 6 6:1)
- θυμόσοφον γὰρ εἴπερ τι ἄλλο θηρίον ἐλέφας, καί τινες ἤδη αὐτῶν τοὺς ἀμβάτας σφῶν ἐν πολέμῳ ἀποθανόντας ἄραντες αὐτοὶ ἐξήνεγκαν ἐς ταφήν, οἳ δὲ καὶ ὑπερήσπισαν κειμένους, οἳ δὲ καὶ πεσόντων προεκινδύνευσαν, ὃ δέ τις πρὸς ὀργὴν ἀποκτείνας τὸν ἀμβάτην ὑπὸ μετανοίης τε καὶ ἀθυμίης ἀπέθανεν. (Arrian, Indica, chapter 14 4:1)
- βαίνεται δὲ ἐλέφας ἦρος ὡρ´ῃ, κατάπερ βοῦς ἢ ἵππος, ἐπεὰν τῇσι θηλέῃσιν αἱ παρὰ τοῖσι κροτάφοισιν ἀναπνοαὶ ἀνοιχθεῖσαι ἐκπνέωσι. (Arrian, Indica, chapter 14 7:1)
- βασιλικὸν γὰρ ὄχημα ὁ ἐλέφας παῤ Ἰνδοῖσίν ἐστι, δεύτερον δὲ τιμῇ τὰ τέθριππα, τρίτον δὲ αἱ κάμηλοι. (Arrian, Indica, chapter 17 2:1)
- πῶς γὰρ ἤλεκτρον καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοῖς τοίχοις ἦν· (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 14 3:3)