- γαργαλισμὸς γὰρ τῆς ἀρτηρίης ἀπὸ τῶν ὑμένων γίγνεται· ἔσθ ὅπη δὲ καὶ ἐνστάζει τι τοῦ ὑγροῦ λάθρη ἐς τὴν ἀρτηρίην ὅθεν ἀναβήσσουσι· ἐπὶ δὲ τῇ σταφυλῇ καὶ τῷ κίονι δύσπνοια ἐπὶ μᾶλλον, καὶ κάρτα πονηρὴ κατάποσις. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 95)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 95)
- παρέπεται δὲ δύσπνοια, ἀγρυπνίη, ἀποσιτίη, μήλων ἐρύθημα φαιδρὸν, βὴξ ξηρὴ, πτύελα μόλις ἀναγόμενα, φλέγμα ἢ χολῶδες, ἢ δίαιμον κατακορέως , ἢ ὑπόξανθον· καὶ τάδε τάξιν οὐκ ἴσχοντα, ἄλλοτε δὲ ἄλλα ἐπιφοιτέοντα καὶ ἀπογιγνόμενα· κάκιον δὲ ἁπάντων, ἢν τὸ δίαιμον ἐκλείπῃ, γίγνονται δὲ παράληροι· ἔστι δ ὅτε καὶ κωματώδεες , καὶ ἐν τῇ καταφορῇ παράφοροι. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 126)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 126)
- Ἢν δὲ πνεύμων, ἐπὶ μὲν σμικρῇ τῇ αἰτίῃ, δύσπνοια · ζώει κακῶς, θάνατος μήκιστος, ἢν μή τις ἀκέηται · ἐπὶ δὲ μεγάλῳ πάθεϊ, ὁκοῖον ἡ φλεγμον ὴ, πνιγμὸς , ἀφωνίη, ἄπνοια, ὄλεθρος αὐτίκα· ἥδε ἐστὶν ἥν καλέομεν περιπνευμονίην, φλεγμονὴ τοῦ πνεύμονος, ξὺν ὀξέϊ πυρετῷ, εὖτε ξύνεστιν αὐτέοισι βάρος τοῦ θώρηκος, ἀπονίη, ἢν μοῦνος φλεγμήνῃ ὁ πνεύμων, ἄπονος γὰρ ἡ φύσις αὐτέου· μανὸς μὲν γὰρ τὴν οὐσίην, εἰρίοισιν ἴκελος. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 7)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 7)
- ἀτὰρ καὶ βὴξ τὰ πρῶτα, μέσφι ἂν ἡ φλεγμασίη πιέζει, εὖτε καὶ πόνοι μέζονες καὶ Ῥίγεα, καὶ θέρμη, καὶ ἀγρυπνίη, καὶ δύσπνοια ἔτι μᾶλλον· σφυγμοὶ σμικροὶ, νωθροὶ, ἀδρανέες, τὴν γνώμην παράληροι, διάτασις τοῦ θώρηκος. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 181)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 181)
- Μελλησμοῦ δὲ σημήϊα, βάρος τοῦ θώρηκος, ὄκνος ἐς τὸ ξύνηθες ἔργον, ἀτὰρ ἠδὲ ἐς ἅπασαν πρῆξιν, δύσπνοια ἐν δρόμῳ, ἢ πρὸς ὁδὸν ὀρθήν· βραγχώδεες καὶ βηχώδεες, φῦσα ἐν τοῖσι ὑποχονδρίοισι καὶ ἐρυγαὶ παράλογοι, ἀγρυπνίη, θερμασίη νύκτωρ σμικρὴ, ἀσαφής · Ῥὶς ὀξείη, ἐς ἀναπνοὴν ἑτοίμη. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 214)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 214)
- "ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας ὑπὸ τρυφῆς καὶ τῆς καθ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 72 1:2)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 72 1:2)