호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σπόνδυλοι δὲ οἱ κατὰ Ῥάχιν, ὅσοισι μὲν ὑπὸ νοσημάτων ἕλκονται ἐς τὸ κυφὸν, τὰ μὲν πλεῖστα ἀδύνατα λύεσθαι, ποτὶ καὶ ὅσα ἀνωτέρω τῶν φρενῶν τῆς προσφύσιος κυφοῦται. Τῶν δὲ κατωτέρω μετεξέτερα λύουσι κιρσοὶ γενόμενοι ἐν τοῖσι σκέλεσι, μᾶλλον δέ τι ἐγγινόμενοι κιρσοὶ ἐν τῇ κατ ἰγνύην φλεβί‧ οἷσι δ ἂν τὰ κυφώματα λύηται, ἐγγίνονται δὲ καὶ ἐν τῇ κατὰ βουβῶνα‧ ἤδη δέ τισιν ἔλυσε καὶ δυσεντερίη πολυχρόνιος γενομένη. Καὶ οἷσι μὲν κυφοῦται Ῥάχις παισὶν ἐοῦσι, πρὶν ἢ τὸ σῶμα τελειωθῆναι ἐς αὔξησιν, τουτέοισι μὲν οὐδὲ ξυναύξεσθαι ἐθέλει κατὰ τὴν Ῥάχιν τὸ σῶμα, ἀλλὰ σκέλεα μὲν καὶ χεῖρες τελειοῦνται‧ ταῦτα δὲ ἐνδεέστερα γίνεται. Καὶ ὅσοισιν ἂν ᾖ ἀνωτέρω τῶν φρενῶν τὸ κῦφος, τούτοισι μὲν αἵ τε πλευραὶ οὐκ ἐθέλουσιν ἐς τὸ εὐρὺ αὔξεσθαι, ἀλλ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίνεται, ἀλλ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίνονται, καὶ κερχώδεες‧ ἧσσον γὰρ εὐρυχωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι. Καὶ μέντοι καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σπόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ἐῄ αὐτέοισιν ἡ κεφαλή‧ στενοχωρίην μὲν οὖν πολλην τῇ φάρυγγι παρέχει καὶ τοῦτο, ἐς τὸ ἔσω Ῥέπον‧ καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω Ῥέψῃ, ἔστ ἂν ἀναπιεχθῇ. Δι οὖν τὸ τοιοῦτον σχῆμα ἐξεχέβρογχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται, ἢ οἱ ὑγιέες‧ φυματίαι τε ὡς ἐπὶ τὸ πολὺ κατὰ τὸν πλεύμονά εἰσιν οἱ τοιοῦτοι σκληρῶν φυμάτων καὶ ἀπέπτων‧ καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας ξυστροφὰς γίνεται, ᾗσιν ἂν κοινωνήσωσιν οἱ τόνοι οἱ ξύνεγγυς. Ὅσοισι δὲ κατωτέρω τῶν φρενῶν τὸ κύφωμά ἐστι, τούτοισι νοσήματα μὲν ἐνίοισι προσγίνεται νεφριτικὰ, καὶ κατὰ κύστιν‧ ἀτὰρ καὶ ἀποστάσιες ἐμπυήματι καὶ κατὰ κενεῶνας, καὶ κατὰ βουβῶνας, χρόνιαι καὶ δυσαλθέες, καὶ τουτέων οὐδετέρη λύει τὰ κυφώματα‧ ἰσχία δὲ τοῖσι τοιουτέοισιν ἔτι ἀσαρκότερα γίνεται, ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν‧ ἡ μέντοι ξύμπασα Ῥάχις μακροτέρη τουτέοισιν, ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν‧ ἥβη δὲ καὶ γένειον βραδύτερα καὶ ἀτελέστερα, καὶ ἀγονώτεροι οὗτοι τῶν ἄνωθεν κυφῶν. Οἷσι δ ἂν ηὐξημένοισιν ἤδη τὸ σῶμα ἡ κύφωσις γένηται, τούτοισιν ἀπαντικρὺ μὲν τῆς νούσου τῆς τότε παρεούσης κρίσιν ποιέει ἡ κύφωσις‧ ἀνὰ χρόνον μέντοι ἐπισημαίνει τι τῶν αὐτέων, ὥσπερ καὶ τοῖσι νεωτέροισιν, ἢ πλέον, ἢ ἔλασσον‧ ἧσσον δὲ κακοήθως ὡς τὸ ἐπίπαν μὴν τοιαῦτα πάντα ἐστίν. Πολλοὶ μέντοι ἤδη καὶ εὐφόρως ἤνεγκαν καὶ ὑγιεινῶς τὴν κύφωσιν ἄχρι γήρως, μάλιστα δὲ οὗτοι, οἷσιν ἂν ἐς τὸ εὔσαρκον καὶ πιμελῶδες προτράπηται τὸ σῶμα‧ ὀλίγοι μὴν ἤδη καὶ τῶν τοιούτων ὑπὲρ ἑξήκοντα ἔτη ἐβίωσαν‧ οἱ δὲ πλεῖστοι βραχυβιώτεροί εἰσιν. Ἔστι δ οἷσι καὶ ἐς τὸ πλάγιον σκολιοῦνται σπόνδυλοι ἢ τῇ, ἢ τῇ‧ πάντα μὴν ἢ τὰ πλεῖστα τὰ τοιαῦτα γίνεται διὰ ξυστροφὰς τὰς ἔσωθεν τῆς Ῥάχιος‧ προσξυμβάλλεται δὲ ἐνίοισι ξὺν τῇ νούσῳ καὶ τὰ σχήματα, ἐφ ὁκοῖα ἂν. ἐθισθέωσι κεκλίσθαι. Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖσι χρονίοισι κατὰ πλεύμονα νοσήμασιν εἰρήσεται‧ ἐκεῖ γάρ εἰσιν αὐτῶν χαριέσταται προγνώσιες περὶ τῶν μελλόντων ἔσεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기