호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σοὶ ταῦτ ἀρέσκει, παῖ Μενοικέως Κρέον, τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει:? νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι. ὡς ἂν σκοποὶ νῦν εἴτε τῶν εἰρημένων. νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες. ἀλλ εἴς ἑτοῖμοι τοῦ νεκροῦ γ ἐπίσκοποι. τί δῆτ ἂν ἄλλο τοῦτ ἐπεντέλλοις ἔτι· τὸ μὴ πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε. οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ. καὶ μὴν ὁ μισθός γ, οὗτος: ἀλλ ὑπ ἐλπίδων ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν. ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν: ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη: τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην· τλήμων, μενεῖς αὖ· κεἰ τάδ εἴσεται Κρέων ἄλλου παρ ἀνδρός· πῶς σὺ δῆτ οὐκ ἀλγύνει· τοιαῦθ ἑλίσσων ἤνυτον σχολῇ βραδύς. χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά. τέλος γε μέντοι δεῦρ ἐνίκησεν μολεῖν σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ ὅμως: τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기