- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἀσύμβολος?

First/Second declension Adjective; Transliteration: asymbolos

Principal Part: ἀσύμβολος ἀσύμβολη ἀσύμβολον

Structure: (Prefix) + συμβολ (Stem) + ος (Ending)

Sense

  1. not paying one's scot or share

Examples

  • δοκῶ γάρ μοι ἐκ πολλοῦ ἤδη κατανενοηκέναι σε τούτῳ τῷ βίῳ ἐπιβουλεύοντα, καὶ πρῶτόν γε ὁπηνίκα περὶ τῶν τοιούτων ὁ λόγος ἐνέπεσεν, εἶτα ἐπῄνεσέ τις τῶν παρόντων τὴν τοιαύτην μισθοφοράν, τρισευδαίμονας εἶναι λέγων οἷς μετὰ τοῦ φίλους ἔχειν τοὺς ἀρίστους Ῥωμαίων καὶ δειπνεῖν δεῖπνα πολυτελῆ καὶ ἀσύμβολα καὶ οἰκεῖν ἐν καλῷ καὶ ἀποδημεῖν μετὰ πάσης ῥᾳστώνης καὶ ἡδονῆς ἐπὶ λευκοῦ ζεύγους, εἰ τύχοι, ἐξυπτιάζοντας, προσέτι καὶ μισθὸν τῆς φιλίας καὶ ὧν εὖ πάσχουσιν τούτων λαμβάνειν οὐκ ὀλίγον ἐστίν: (Lucian, De mercede, (no name) 2:3)
  • ἐγὼ δὲ - ἀγεννὴς γὰρ καὶ δειλός εἰμι - ἐκστήσομαι τῆς ὁδοῦ ὑμῖν καὶ παύσομαι τῇ Ῥητορικῇ ἐπιπολάζων, ἀσύμβολος ὢν πρὸς αὐτὴν τὰ ὑμέτερα: (Lucian, Rhetorum praeceptor, (no name) 15:3)
  • ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δ ἐργαζόμενον καὶ φιλίαν. (Plutarch, Aquane an ignis sit utilior, chapter, section 7 2:1)
  • ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ, τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν, Ἄμφις φησὶν ὁ κωμικός. (Athenaeus, The Deipnosophists, book 1, chapter 14 3:2)
  • ἀσύμβολον κώθωνα μὴ παραλίμπανε. (Athenaeus, The Deipnosophists, book 1, chapter 14 3:4)
  • κώθων δ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός. (Athenaeus, The Deipnosophists, book 1, chapter 14 4:1)
  • ὑπερῃσχυνόμην μέλλων ἀσύμβολος πάλιν δειπνεῖν πάνυ αἰσχρὸν γάρ. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 38 1:2)
  • μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ ἠράσθη φαγεῖν οὕτω σφόδρ οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν, οὐ Νεῖλος ἄλφιτ, οὐ Κόρυδος ἀσύμβολος κινεῖν ὀδόντας. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 38 2:8)
  • εἰ δ, ὅπερ Ἀλεξανδρεῖς λέγουσιν Ἡρακλείδῃ πιστεύοντες, ἀληθές ἐστιν, οὔκουν ἀργὸς οὐδὲ ἀσύμβολος αὐτῷ συστρατεύειν ἐοίκεν Ὅμηρος, λέγουσι γὰρ ὅτι τῆς Αἰγύπτου κρατήσας ἐβούλετο πόλιν μεγάλην καὶ πολυάνθρωπον Ἑλληνίδα συνοικίσας ἐπώνυμον ἑαυτοῦ καταλιπεῖν, καί τινα τόπον γνώμῃ τῶν ἀρχιτεκτόνων ὅσον οὐδέπω διεμετρεῖτο καὶ περιέβαλλεν. (Plutarch, Alexander, chapter 26 2:2)

Related

명사

형용사

동사

감탄사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION