- μολῦναι δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν καὶ προσονομάσαι Διὸς Ὀλυμπίου καὶ τὸν ἐν Γαριζίν, καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς Ξενίου. (Septuagint, Liber Maccabees II 6:2)
(70인역 성경, Liber Maccabees II 6:2)
- ἀλλὰ γὰρ οὐ μόνον ἀνδρῶν δικαίων χρόνος σωτὴρ ἄριστος κατὰ Πίνδαρον, ἀλλὰ καὶ τεχνῶν νὴ Δία καὶ ἐπιτηδευμάτων γε καὶ παντὸς ἄλλου σπουδαίου χρήματος. (Dionysius of Halicarnassus, De antiquis oratoribus, chapter 21)
(디오니시오스, De antiquis oratoribus, chapter 21)
- τοιγάρτοι πολλαὶ μὲν ἱστορίαι σπουδῆς ἄξιαι γράφονται τοῖς νῦν, πολλοὶ δὲ λόγοι πολιτικοὶ χαρίεντες ἐκφέρονται φιλόσοφοί τε συντάξεις οὐ μὰ Δία εὐκαταφρόνητοι ἄλλαι τε πολλαὶ καὶ καλαὶ πραγματεῖαι καὶ Ῥωμαίοις καὶ Ἕλλησιν εὖ μάλα διεσπουδασμέναι προεληλύθασί τε καὶ προελεύσονται κατὰ τὸ εἰκός. (Dionysius of Halicarnassus, De antiquis oratoribus, chapter 3 1:1)
(디오니시오스, De antiquis oratoribus, chapter 3 1:1)
- ἔστι δὲ ἥδε, τίνες εἰσὶν ἀξιολογώτατοι τῶν ἀρχαίων ῥητόρων τε καὶ συγγραφέων καὶ τίνες αὐτῶν ἐγένοντο προαιρέσεις τοῦ τε βίου καὶ τῶν λόγων καὶ τί παρ ἑκάστου δεῖ λαμβάνειν ἢ φυλάττεσθαι, καλὰ θεωρήματα καὶ ἀναγκαῖα τοῖς ἀσκοῦσι τὴν πολιτικὴν φιλοσοφίαν καὶ οὐ δήπου μὰ Δία κοινὰ οὐδὲ κατημαξευμένα τοῖς πρότερον. (Dionysius of Halicarnassus, De antiquis oratoribus, chapter 42)
(디오니시오스, De antiquis oratoribus, chapter 42)
- "σέ, ὦ Πάρι, κελεύει ὁ Ζεύς, ἐπειδὴ καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, δικάσαι ταῖς θεαῖς, ἥτις αὐτῶν ἡ καλλίστη ἐστὶν τοῦ δὲ ἀγῶνος τὸ ἆθλον ἡ νικῶσα λαβέτω τὸ μῆλον. (Lucian, Dearum judicium, (no name) 1:1)
(루키아노스, Dearum judicium, (no name) 1:1)
- καὶ γὰρ αὐτὸς ἐνδιέτριψα τῇ Ἴδῃ, ὁπότε δὴ ὁ Ζεὺς ἤρα τοῦ μειρακίου τοῦ Φρυγός, καὶ πολλάκις δεῦρο ἦλθον ὑπ ἐκείνου καταπεμφθεὶς εἰς ἐπισκοπὴν τοῦ παιδός. (Lucian, Dearum judicium, (no name) 6:2)
(루키아노스, Dearum judicium, (no name) 6:2)
- ὁ μὲν γὰρ ἔτυχε τότε συρίζων πρὸς τὸ ποίμνιον, καταπτάμενος δὲ ὄπισθεν αὐτοῦ ὁ Ζεὺς κούφως μάλα τοῖς ὄνυξι περιβαλὼν καὶ τῷ στόματι τὴν ἐπὶ τῇ κεφαλῇ τιάραν ἔχων ἀνέφερε τὸν παῖδα τεταραγμένον καὶ τῷ τραχήλῳ ἀπεστραμμένῳ εἰς αὐτὸν ἀποβλέποντα. (Lucian, Dearum judicium, (no name) 6:4)
(루키아노스, Dearum judicium, (no name) 6:4)
- κἀμὲ τὸν Ἑρμῆν ἀπέστειλεν ὁ Ζεὺς - ἀλλὰ τί τρέμεις καὶ ὠχριᾷς· (Lucian, Dearum judicium, (no name) 7:6)
(루키아노스, Dearum judicium, (no name) 7:6)
- αὕτη θυγάτηρ μέν ἐστι Λήδας ἐκείνης τῆς καλῆς ἐφ ἣν ὁ Ζεὺς κατέπτη κύκνος γενόμενος. (Lucian, Dearum judicium, (no name) 14:1)
(루키아노스, Dearum judicium, (no name) 14:1)