- δυώδεκα δὲ μοι δοκέουσι πόλιας ποιήσασθαι οἱ Ιὤνες καὶ οὐκ ἐθελῆσαι πλεῦνας ἐσδέξασθαι τοῦδε εἵνεκα, ὅτι καὶ ὅτε ἐν Πελοποννήσῳ οἴκεον, δυώδεκα ἦν αὐτῶν μέρεα, κατά περ νῦν Ἀχαιῶν τῶν ἐξελασάντων Ιὤνας δυώδεκα ἐστὶ μέρεα, Πελλήνη μέν γε πρώτη πρὸς Σικυῶνος, μετὰ δὲ Αἴγειρα καὶ Αἰγαί, ἐν τῇ Κρᾶθις ποταμὸς ἀείναος ἐστί, ἀπ ὅτευ ὁ ἐν Ἰταλίῃ ποταμὸς τὸ οὔνομα ἔσχε, καὶ Βοῦρα καὶ Ἑλίκη, ἐς τὴν κατέφυγον Ιὤνες ὑπὸ Ἀχαιῶν μάχῃ ἑσσωθέντες, καὶ Αἴγίον καὶ Ῥύπες καὶ Πατρέες καὶ Φαρέες καὶ Ὤλενος, ἐν τῷ Πεῖρος ποταμὸς μέγας ἐστί, καὶ Δύμη καὶ Τριταιέες, οἳ μοῦνοι τούτων μεσόγαιοι οἰκέουσι. (Herodotus, The Histories, book 1, chapter 145 2:1)
(헤로도토스, The Histories, book 1, chapter 145 2:1)
- αἱ δὲ δύο τε καὶ δέκα ἦσαν ἀριθμόν, ὁπόσαι γε καὶ ἐς ἅπαν τὸ Ἑλληνικὸν γνώριμοι, Δύμη μὲν πρὸς Ἤλιδος πρώτη, μετὰ δὲ αὐτὴν Ὤλενος καὶ Φαραὶ καὶ Τρίτεια καὶ Ῥύπες καὶ Αἴγιον καὶ Κερύνεια καὶ Βοῦρα, ἐπὶ ταύταις δὲ Ἑλίκη καὶ Αἰγαί τε καὶ Αἴγειρα καὶ Πελλήνη πρὸς τῆς Σικυωνίας ἐσχάτη: (Pausanias, Description of Greece, , chapter 6 1:2)
(파우사니아스, Description of Greece, , chapter 6 1:2)
- σταδίους δὲ ὅσον τεσσαράκοντα προελθόντι ἐκ Δύμης ποταμὸς Πεῖρος ἐς θάλατταν κάτεισι, καὶ Ἀχαιῶν πόλις ποτὲ Ὤλενος ᾠκεῖτο παρὰ τῷ Πείρῳ. (Pausanias, Description of Greece, , chapter 18 2:1)
(파우사니아스, Description of Greece, , chapter 18 2:1)
- καὶ ὅτι μὲν ἦν πόλισμα ἐξ ἀρχῆς μικρὸν ἡ Ὤλενος, μαρτυρεῖ τῷ λόγῳ μου καὶ ἐλεγεῖον ἐς Εὐρυτίωνα Κένταυρον ὑπὸ Ἑρμησιάνακτος πεποιημένον: (Pausanias, Description of Greece, , chapter 18 2:3)
(파우사니아스, Description of Greece, , chapter 18 2:3)
- εἶτ Ὤλενος, παρ ὃν Πεῖρος ποταμὸς μέγας: (Strabo, Geography, Book 8, chapter 7 5:8)
(스트라본, 지리학, Book 8, chapter 7 5:8)