- 텍스트

Strabo, Geography, Book 8, chapter 3 20:

(스트라본, 지리학, Book 8, chapter 3 20:)

Ὑρμίνη μὲν οὖν πολίχνιον ἦν, νῦν δ οὐκ ἔστιν:? ἀλλ ἀκρωτήριον πλησίον Κυλλήνης ὀρεινόν ἐστι, καλούμενον Ὅρμινα ἢ Ὕρμινα: Μύρσινος δὲ τὸ νῦν Μυρτούντιον, ἐπὶ θάλατταν καθήκουσα κατὰ τὴν ἐκ Δύμης εἰς Ἦλιν ὁδὸν κατοικία, στάδια τῆς Ἠλείων πόλεως διέχουσα ἑβδομήκοντα. πέτρην δ Ὠλενίην εἰκάζουσι τὴν νῦν Σκόλλιν: ἀνάγκη γὰρ εἰκότα λέγειν, καὶ τῶν τόπων καὶ τῶν ὀνομάτων μεταβεβλημένων, ἐκείνου τε μὴ σφόδρα ἐπὶ πολλῶν σαφηνίζοντος: ἔστι δ ὄρος πετρῶδες κοινὸν Δυμαίων τε καὶ Τριταιέων καὶ Ἠλείων, ἐχόμενον ἑτέρου τινὸς Ἀρκαδικοῦ ὄρους Λαμπείας, ὃ τῆς Ἤλιδος μὲν διέστηκεν ἑκατὸν καὶ τριάκοντα σταδίους, Τριταίας δὲ ἑκατόν, καὶ Δύμης τοὺς ἴσους, Ἀχαϊκῶν πόλεων. τὸ δ Ἀλείσιον ἔστι τὸ νῦν Ἀλεσιαῖον, χώρα περὶ τὴν Ἀμφιδολίδα, ἐν ᾗ καὶ κατὰ μῆνα ἀγορὰν συνάγουσιν οἱ περίοικοι: κεῖται δὲ ἐπὶ τῆς ὀρεινῆς ὁδοῦ τῆς ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν: πρότερον δ ἦν πόλις τῆς Πισάτιδος, ἄλλοτ ἄλλως τῶν ὁρ´ων ἐπαλλαττόντων διὰ τὰς τῶν ἡγεμόνων μεταβολάς: τὸ δ Ἀλείσιον καὶ Ἀλεισίου κολώνην ὁ ποιητὴς καλεῖ ὅταν φῇ μέσφ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται. ὑπερβατῶς γὰρ δεῖ δέξασθαι ἴσον τῷ "καὶ ἔνθ Ἀλεισίου κολώνη κέκληται. " ἔνιοι δὲ καὶ ποταμὸν δεικνύουσιν Ἀλείσιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION