- τέλος μόνους φησὶ τοῖς μὲν βαρβάροις Λακεδαιμονίους καὶ Τεγεάτας τοῖς δὲ Θηβαίοις Ἀθηναίους συμπεσόντας διαγωνίσασθαι, τὰς δ ἄλλας πόλεις ὁμαλῶς ἁπάσας τοῦ κατορθώματος ἀπεστέρηκεν: (Plutarch, De Herodoti malignitate, section 42 7:1)
(플루타르코스, De Herodoti malignitate, section 42 7:1)
- κατὰ δὲ τὴν Εὐρώπην Κάσανδρος μὲν ἐν Πελοποννήσῳ Τεγέαν πολιορκῶν καὶ πυθόμενος τήν τε Ὀλυμπιάδος κάθοδον εἰς Μακεδονίαν καὶ τὴν Εὐρυδίκης καὶ Φιλίππου τοῦ βασιλέως ἀναίρεσιν, ἔτι δὲ τὰ περὶ τὸν Ιὄλλα τἀδελφοῦ τάφον συμβεβηκότα πρὸς μὲν τοὺς Τεγεάτας διελύσατο, τὴν δὲ δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Μακεδονίαν, καταλιπὼν τοὺς συμμάχους ἐν πολλῇ ταραχῇ: (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 35 1:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 35 1:1)
- ἐν ᾧ δὲ περὶ ἡγεμονίας τε διεπράττοντο καὶ διωμολογοῦντο εἰς ὁπόσους δέοι τάττεσθαι πᾶν τὸ στράτευμα, ὅπως μὴ λίαν βαθείας τὰς φάλαγγας ποιούμεναι αἱ πόλεις κύκλωσιν τοῖς πολεμίοις παρέχοιεν, ἐν τούτῳ οἱ Λακεδαιμόνιοι καὶ δὴ Τεγεάτας παρειληφότες καὶ Μαντινέας ἐξῇσαν τὴν ἀμφίαλον. (Xenophon, Hellenica, , chapter 2 15:2)
(크세노폰, Hellenica, , chapter 2 15:2)
- ἐπεὶ δὲ συνετάχθησαν ὡς ἑκάστους οἱ ξεναγοὶ ἔταξαν, παρηγγύησαν μὲν ἀκολουθεῖν τῷ ἡγουμένῳ, ἦγον δὲ καὶ οἱ Λακεδαιμόνιοι ἐπὶ τὰ δεξιά, καὶ οὕτω πολὺ ὑπερέτεινον τὸ κέρας, ὥστε τῶν Ἀθηναίων αἱ μὲν ἓξ φυλαὶ κατὰ τοὺς Λακεδαιμονίους ἐγένοντο, αἱ δὲ τέτταρες κατὰ Τεγεάτας. (Xenophon, Hellenica, , chapter 2 23:4)
(크세노폰, Hellenica, , chapter 2 23:4)
- καὶ οὕτω στρατεύουσιν ἐπὶ τοὺς Μαντινέας, ὡς παρὰ τοὺς ὁρ´κους σὺν ὅπλοις ἐληλυθότων αὐτῶν ἐπὶ τοὺς Τεγεάτας. (Xenophon, Hellenica, , chapter 5 14:3)
(크세노폰, Hellenica, , chapter 5 14:3)