호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ γὰρ οὐκέτι παίζω". "ἄπαγε αὐτόν. " ἀκολουθῶ ἐν παιδιᾷ. "ἀλλ ἀφαιρεῖταί σου ὁ τράχηλος. " ἐκείνου δ αὐτοῦ ἀεὶ ἐπιμένει, ὑμῶν δὲ τῶν πειθομένων· "ἀλλ ἄταφος ῥιφήσῃ. " εἰ ἐγώ εἰμι ὁ νεκρός, ῥιφήσομαι: εἰ δ ἄλλος εἰμὶ τοῦ νεκροῦ, κομψότερον λέγε, ὡς ἔχει τὸ πρᾶγμα, καὶ μὴ ἐκφόβει με.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기