호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ διαπραξάμενοι τὸν φόνον ἧκον ἐπὶ τὸ στρατόπεδον ἄγοντεσ τοὺσ τραυματίασ καὶ διέσπειραν λόγον, ὡσ ἐπιφανεὶσ αὐτοῖσ πολεμίων λόχοσ τόν τε Σίκκιον ἀποκτείνειε καὶ τοὺσ ἄλλουσ ἄνδρασ, οἷσ πρώτοισ ἐνέτυχεν, αὐτοί τε πολλὰ τραύματα λαβόντεσ μόλισ αὐτοὺσ ἀποφύγοιεν. καὶ ἐδόκουν ἅπασι πιστὰ λέγειν. οὐ μὴν ἔλαθέ γ’ αὐτῶν τὸ ἔργον, ἀλλὰ καίπερ ἐν ἐρημίᾳ τοῦ φόνου γεγονότοσ καὶ μηδένα μηνυτὴν ἔχοντοσ ὑπὸ τοῦ χρεὼν αὐτοῦ καὶ τῆσ ἅπαντα ἐπισκοπούσησ τὰ θνητὰ πράγματα δίκησ ἐξηλέγχθησαν τεκμηρίοισ ἀναμφισβητήτοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기