호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι δὲ αὐτοῦ καὶ νεὼς ἐν Ῥώμῃ δίθυρος, ὃν πολέμου πύλην καλοῦσι.? νομίζεται γάρ ἀνεῷχθαι μὲν αὐτὸν ὅταν ᾖ πόλεμος, κεκλεῖσθαι δὲ εἰρήνης γενομένης, ὃ δὴ χαλεπὸν ἦν καὶ σπανίως γινόμενον, ἀεί τινι συνηρτημένης πολέμῳ τῆς ἡγεμονίας, διὰ μέγεθος τοῖς κύκλῳ περικεχυμένοις γένεσι βαρβάροις ἀντερειδούσης. πλὴν ἐπί γε τοῦ Σεβαστοῦ Καίσαρος ἐκλείσθη καθελόντος Ἀντώνιον καὶ πρότερον ὑπατευόντων Μάρκου Ἀτιλίου καὶ Τίτου Μαλλίου χρόνον οὐ πολὺν εἶτα εὐθὺς ἀνεῴχθη πολέμου συρραγέντος.
ἀλλ ἐπί γε τῆς Νομᾶ βασιλείας οὐδεμίαν ἡμέραν ἀνεῳγμένος ὤφθη, τρία δὲ καὶ τετταράκοντα ἔτη συνεχῶς ἔμεινε κεκλεισμένος: οὐ γάρ μόνον ὁ Ῥωμαίων ἡμέρωτο καὶ κατεκεκήλητο τῇ δικαιοσύνῃ καὶ πρᾳότητι τοῦ βασιλέως δῆμος, ἀλλὰ καὶ τὰς κύκλῳ πόλεις, ὥσπερ αὔρας τινὸς ἐκεῖθεν ἢ πνεύματος ὑγιεινοῦ φέροντος, ἀρχὴ μεταβολῆς ἔλαβε καὶ πόθος εἰσερρύη πάντας εὐνομίας καὶ εἰρήνης καὶ γῆν φυτεύειν καὶ τέκνα τρέφειν ἐν ἡσυχίᾳ καὶ σέβεσθαι θεούς, ἑορταὶ δὲ καὶ θαλίαι καὶ παρ ἀλλήλους ἀδεῶς ἰόντων καὶ ἀναμιγνυμένων ὑποδοχαὶ καὶ φιλοφροσύναι τὴν Ἰταλίαν κατεῖχον, οἱο῀ν ἐκ πηγῆς τῆς Νομᾶ σοφίας τῶν καλῶν καὶ δικαίων ἐπεισρεόντων εἰς ἅπαντας καὶ διαχεομένης τῆς περὶ ἐκεῖνον γαλήνης:
ὥστε καὶ τὰς ποιητικὰς ὑπερβολὰς ἐνδεῖν πρὸς τὴν τότε κατάστασιν λέγουσιν:
"ἐν δὲ σιδαροδέτοις πόρπαξιν αἰθᾶν ἀραχνᾶν ἔργα:
"εὐρὼς δάμναται ἔγχεά τε λογχωτὰ ξίφεὰ τ ἀμφήκεα, χαλκεᾶν δὲ οὐκέτι σαλπίγγων κτύπος, οὐδὲ συλᾶται μελίφρων ὕπνος ἀπὸ βλεφάρων. οὔτε γάρ πόλεμος οὔτε στάσις οὔτε νεωτερισμὸς περὶ πολιτείαν ἱστόρηται Νομᾶ βασιλεύοντος: ἀλλ εἴτε φόβος θεῶν προκήδεσθαι δοκούντων τοῦ ἀνδρὸς εἴτε τῆς ἀρετῆς αἰδὼς εἴτε δαιμόνιος τύχη, πάσης κακίας ἄθικτον ἐπ ἐκείνου καὶ καθαρὸν διαφυλάττουσα τὸν βίον, ἐναργὲς ἐξήνεγκε παράδειγμα καὶ τεκμήριον τῆς Πλατωνικῆς φωνῆς, ἣν ὕστερον ἐκεῖνος οὐκ ὀλίγοις χρόνοις γενόμενος ἐτόλμησεν ἀφεῖναι περὶ πολιτείας, ὡς μία κακῶν παῦλα καὶ λύσις ἀνθρώποις ἐστίν, ἔκ τινος τύχης θείας εἰς ταὐτὸ διανοίᾳ φιλοσόφῳ βασιλικὴν συμπεσοῦσαν δύναμιν ἐγκρατῆ καὶ ὑπερδέξιον τῆς κακίας τὴν ἀρετὴν καταστῆσαι.
"μακάριοι δὲ οἱ συνήκοοι τῶν ἔκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.
τάχα γὰρ οὐδὲ ἀνάγκης τινὸς δεῖ πρὸς τοὺς πολλοὺς οὐδὲ ἀπειλῆς, αὐτοὶ δὲ τὴν ἀρετὴν ἐν εὐδήλῳ παραδείγματι καὶ λαμπρῷ τῷ βίῳ τοῦ ἄρχοντος ὁρῶντες, ἑκουσίως σωφρονοῦσι καὶ συμμετασχηματίζονται πρὸς τὸν ἐν φιλίᾳ καὶ ὁμονοίᾳ τῇ πρὸς αὐτοὺς μετὰ δικαιοσύνης καὶ μετριότητος ἀμύμονα καὶ μακάριον βίον, ἐν ᾧ τὸ κάλλιστον ἁπάσης πολιτείας τέλος ἐστί, καὶ βασιλικώτατος ἁπάντων ὁ τοῦτον τὸν βίον καὶ ταύτην τὴν διάθεσιν τοῖς ὑπηκόοις ἐνεργάσασθαι δυνάμενος.
ταῦτα μὲν οὖν Νομᾶς παντὸς μᾶλλον φαίνεται συνεωρακώς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기