호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ᾨδὴ τῶν ἀναβαθμῶν. ‐ ΟΙ ΠΕΠΟΙΘΟΤΕΣ ἐπὶ Κύριον ὡσ ὄροσ Σιών. οὐ σαλευθήσεται εἰσ τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. ὄρη κύκλῳ αὐτῆσ, καὶ ὁ Κύριοσ κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕωσ τοῦ αἰῶνοσ. ὅτι οὐκ ἀφήσει Κύριοσ τὴν ράβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπωσ ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαισ χεῖρασ αὐτῶν. ἀγάθυνον, Κύριε, τοῖσ ἀγαθοῖσ καὶ τοῖσ εὐθέσι τῇ καρδίᾳ. τοὺσ δὲ ἐκκλίνοντασ εἰσ τὰσ στραγγαλιὰσ ἀπάξει Κύριοσ μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기