호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀλλ’ οὐ φεύγει τὸ φίλοσ εἶναι καὶ λέγεσθαι βασιλέων καθάπερ ὑμεῖσ, ἐπεὶ σοῦ γε καὶ τἄλλα θαυμάζει, καὶ τῆσ πυραμίδοσ τὴν μέτρησιν ὑπερφυῶσ ἠγάπησεν, ὅτι πάσησ ἄνευ πραγματείασ καὶ μηδενὸσ ὀργάνου δεηθεὶσ ἀλλὰ τὴν βακτηρίαν στήσασ ἐπὶ τῷ πέρατι τῆσ σκιᾶσ ἣν ἡ πυραμὶσ ἐποίει, γενομένων τῇ ἐπαφῇ τῆσ ἀκτῖνοσ δυεῖν τριγώνων, ἔδειξασ ὃν ἡ σκιὰ πρὸσ τὴν σκιὰν λόγον εἶχε τὴν πυραμίδα πρὸσ τὴν βακτηρίαν ἔχουσαν. "ἀλλ’, ὅπερ ἔφην, διεβλήθησ μισοβασιλεὺσ εἶναι, καί τινεσ ὑβριστικαί σου περὶ τυράννων ἀποφάσεισ ἀνεφέροντο πρὸσ αὐτόν , ὡσ ἐρωτηθεὶσ ὑπὸ Μολπαγόρου τοῦ Ιὤνοσ τί παραδοξότατον εἰήσ ἑωρακώσ, ἀποκρίναιο τύραννον γέροντα, καὶ πάλιν ἔν τινι πότῳ, περὶ τῶν θηρίων λόγου γενομένου, φαίησ κάκιστον εἶναι τῶν μὲν ἀγρίων θηρίων τὸν τύραννον, τῶν δ’ ἡμέρων τὸν κόλακα· "ταῦτα γάρ, εἰ καὶ πάνυ προσποιοῦνται διαφέρειν οἱ βασιλεῖσ; "τῶν τυράννων, οὐκ εὐμενῶσ ἀκούουσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기