호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε γάρ, ὡσ ἐοίκε, μάλιστα ἐλευθεροῦται. εἰ μὲν οὖν οὕτωσ ἔχει ταῦτα ὥσπερ ἐγὼ οἰόμαι καὶ ἡ ψυχὴ καταλείπει τὸ σῶμα, καὶ τὴν ἐμὴν ψυχὴν καταιδούμενοι ποιεῖτε ἃ ἐγὼ δέομαι· εἰ δὲ μὴ οὕτωσ, ἀλλὰ μένουσα ἡ ψυχὴ ἐν τῷ σώματι συναποθνῄσκει, ἀλλὰ θεούσ γε τοὺσ ἀεὶ ὄντασ καὶ πάντ’ ἐφορῶντασ καὶ πάντα δυναμένουσ, οἳ καὶ τήνδε τὴν τῶν ὅλων τάξιν συνέχουσιν ἀτριβῆ καὶ ἀγήρατον καὶ ἀναμάρτητον καὶ ὑπὸ κάλλουσ καὶ μεγέθουσ ἀδιήγητον, τούτουσ φοβούμενοι μήποτ’ ἀσεβὲσ μηδὲν μηδὲ ἀνόσιον μήτε ποιήσητε μήτε βουλεύσητε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기