호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νῦν δὲ ἤδη διηγησόμεθα ὡσ τὸ πρῶτον ἐξήλασε Κῦροσ ἐκ τῶν βασιλείων· καὶ γὰρ αὐτῆσ τῆσ ἐξελάσεωσ ἡ σεμνότησ ἡμῖν δοκεῖ μία τῶν τεχνῶν εἶναι τῶν μεμηχανημένων τὴν ἀρχὴν μὴ εὐκαταφρόνητον εἶναι. πρῶτον μὲν οὖν πρὸ τῆσ ἐξελάσεωσ εἰσκαλέσασ πρὸσ αὑτὸν τοὺσ τὰσ ἀρχὰσ ἔχοντασ Περσῶν τε καὶ τῶν ἄλλων συμμάχων διέδωκεν αὐτοῖσ τὰσ Μηδικὰσ στολάσ· καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν στολὴν ἐνέδυσαν· διαδιδούσ τε ἅμα τάδε ἔλεγεν αὐτοῖσ ὅτι ἐλάσαι βούλοιτο εἰσ τὰ τεμένη τὰ τοῖσ θεοῖσ ἐξῃρημένα καὶ θῦσαι μετ’ ἐκείνων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기