호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνταῦθα δὴ κοινῇ ἐβουλεύοντο: καὶ τοῦ Ξενοφῶντος ἐρωτῶντος τί τὸ κωλῦον εἰή εἰσελθεῖν, εἶπεν ὁ Χειρίσοφος: μία αὕτη πάροδός ἐστιν ἣν ὁρᾷς: ὅταν δέ τις ταύτῃ πειρᾶται παριέναι, κυλίνδουσι λίθους ὑπὲρ ταύτης τῆς ὑπερεχούσης πέτρας: ὃς δ ἂν καταληφθῇ, οὕτω διατίθεται. ἅμα δ ἔδειξε συντετριμμένους ἀνθρώπους καὶ σκέλη καὶ πλευράς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기