- 텍스트

Theophrastus, Characters, Κακολογίας ΚΗ?

(테오프라스토스, Characters, Κακολογίας ΚΗ)

Ἔστι δὲ ἡ κακολογία ἀγωγὴ ψυχῆς εἰς τὸ χεῖρον ἐν λόγοις, ὁ δὲ κακολόγος τοιόσδε τις, οἱο῀ς ἐρωτηθείς: ὁ δεῖνα τίς ἐστιν·

ὀγκοῦσθαι καθάπερ οἱ γενεαλογοῦντες: πρῶτον ἀπὸ τοῦ γένους αὐτοῦ ἄρξομαι: τούτου ὁ μὲν πατὴρ ἐξ ἀρχῆς Σωσίας ἐκαλεῖτο, ἐγένετο δὲ ἐν τοῖς στρατιώταις Σωσίστρατος, ἐπειδὴ δὲ εἰς τοὺς δημότας ἐνεγράφη, Σωσίδημος. ἡ μέντοι μήτηρ εὐγενὴς Θρᾷττά ἐστι: καλεῖται γοῦν ἡ ψυχὴ Κρινοκοράκα: τὰς δὲ τοιαύτας φασὶν ἐν τῇ πατρίδι εὐγενεῖς εἶναι: αὐτὸς δὲ οὗτος ὡς ἐκ τοιούτων γεγονὼς κακὸς καὶ μαστιγίας. καὶ κακῶς δὲ πρός τινα εἰπεῖν: ἐγὼ δήπου τὰ τοιαῦτα οἶδα, ὑπὲρ ὧν σὺ πλανᾷ πρὸς ἐμέ, κἀπὶ τούτοις διεξιών:

αὗται αἱ γυναῖκες ἐκ τῆς ὁδοῦ τοὺς παριόντας συναρπάζουσι, καὶ οἰκία τις αὕτη τὰ σκέλη ἠρκυῖα: οὐ γὰρ οἱο῀ν λῆρός ἐστι τὸ λεγόμενον, ἀλλ ὥσπερ κύνες αἱ γυναῖκες ἐν ταῖς ὁδοῖς συνέχονται, καὶ τὸ ὅλον ἀνδρόλαλοί τινες, καὶ αὐταὶ παρὰ τὴν θύραν τὴν αὔλειον ὑπακούουσι. ἀμέλει δὲ καὶ κακῶς λεγόντων ἑτέρων συνεπιλαμβάνεσθαι εἴπας: ἐγὼ δὲ τοῦτον τὸν ἄνθρωπον πλέον πάντων μεμίσηκα:

καὶ γὰρ εἰδεχθής τις ἀπὸ τοῦ προσώπου ἐστίν: ἡ δὲ πονηρία οὐδὲν ὁμοία: σημεῖον δέ: ψυχρῷ λοῦσθαι ἀναγκάζει τῇ τοῦ Ποσειδῶνος ἡμέρᾳ.

καὶ συγκαθήμενος δεινὸς περὶ τοῦ ἀναστάντος εἰπεῖν καὶ ἀρχήν γε εἰληφὼς μὴ ἀποσχέσθαι μηδὲ τοὺς οἰκείους αὐτοῦ λοιδορῆσαι. καὶ πλεῖστα περὶ τῶν φίλων καὶ οἰκείων [κακὰ εἰπεῖν] καὶ περὶ τῶν τετελευτηκότων κακῶς λέγειν, ἀποκαλῶν παρρησίαν καὶ δημοκρατίαν καὶ ἐλευθερίαν καὶ τῶν ἐν τῷ βίῳ ἥδιστα τοῦτο ποιῶν.

Οὕτως ὁ τῆς ἰδίας κακίας ἐρεθισμὸς μανικοὺς καὶ ἐξεστηκότας ἀνθρώπους τοῖς ἤθεσι ποιεῖ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION