- 텍스트

Theophrastus, Characters, Εἰρωνείας Α?

(테오프라스토스, Characters, Εἰρωνείας Α)

Ἡ μὲν οὖν εἰρωνεία δόξειεν ἂν εἶναι, ὡς τύπῳ λαβεῖν, προσποίησις ἐπὶ χεῖρον πράξεων καὶ λόγων, ὁ δὲ εἴρων τοιοῦτός τις, οἱο῀ς προσελθὼν τοῖς ἐχθροῖς ἐθέλειν λαλεῖν, οὐ μισεῖν: καὶ ἐπαινεῖν παρόντας, οἷς ἐπέθετο λάθρα, καὶ τούτοις συλλυπεῖσθαι ἡττωμένοις:

καὶ συγγνώμην δὲ ἔχειν τοῖς αὑτὸν κακῶς λέγουσι καὶ ἐπὶ τοῖς καθ ἑαυτοῦ λεγομένοις. καὶ πρὸς τοὺς ἀδικουμένους καὶ ἀγανακτοῦντας πράως διαλέγεσθαι:

καὶ τοῖς ἐντυγχάνειν κατὰ σπουδὴν βουλομένοις προστάξαι ἐπανελθεῖν. καὶ μηδὲν ὧν πράττει ὁμολογῆσαι, ἀλλὰ φῆσαι βουλεύεσθαι: καὶ προσποιήσασθαι ἄρτι παραγεγονέναι καὶ ὀψὲ γενέσθαι αὐτὸν καὶ μαλακισθῆναι.

καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας .

. . ὡς οὐ πωλεῖ, καὶ μὴ πωλῶν φῆσαι πωλεῖν: καὶ ἀκούσας τι μὴ προσποιεῖσθαι, καὶ ἰδὼν φῆσαι μὴ ἑορακέναι, καὶ ὁμολογήσας μὴ μεμνῆσθαι: καὶ τὰ μὲν σκέψασθαι φάσκειν, τὰ δὲ οὐκ εἰδέναι, τὰ δὲ θαυμάζειν, τὰ δ ἤδη ποτὲ καὶ αὐτὸς οὕτως διαλογίσασθαι. καὶ τὸ ὅλον δεινὸς τῷ τοιούτῳ τρόπῳ τοῦ λόγου χρῆσθαι:

οὐ πιστεύω, οὐχ ὑπολαμβάνω, ἐκπλήττομαι καὶ λέγεις αὐτὸν ἕτερον γεγονέναι: καὶ μὴν οὐ ταῦτα πρὸς ἐμὲ διεξῄει, παράδοξόν μοι τὸ πρᾶγμα, ἄλλῳ τινὶ λέγε, ὅπως δὲ σοὶ ἀπιστήσω ἢ ἐκείνου καταγνῶ, ἀποροῦμαι, ἀλλ ὁρ´α, μὴ σὺ θᾶττον πιστεύεις. Τοιαύτας φωνὰς καὶ πλοκὰς καὶ παλιλλογίας εὑρεῖν ἐστι τῶν εἰρώνων.

τὰ δὴ τῶν ἠθῶν μὴ ἁπλᾶ, ἀλλ ἐπίβουλα, φυλάττεσθαι μᾶλλον δεῖ ἢ τοὺς ἔχεις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION