호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει.? τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον, οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστι; τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις; τίνι ἀνήγγειλας ρήματα; πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐλθοῦσα ἐκ σοῦ; μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ; γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. ἐκτείνων βορέαν ἐπ᾿ οὐδέν, κρεμάζων γῆν ἐπὶ οὐδενός. δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ. ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ᾿ αὐτὸν νέφος αὐτοῦ. πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους. στῦλοι οὐρανοῦ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ. ἰσχύϊ κατέπαυσε τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔστρωσε τὸ κῆτος. κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν, προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ. σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기