- 텍스트

Septuagint, Liber Psalmorum 129:

(70인역 성경, 시편 129:)

ᾨδὴ τῶν ἀναβαθμῶν. - ΕΚ ΒΑΘΕΩΝ ἐκέκραξά σοι, Κύριε.? Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον απὸ φυλακῆς πρωΐας μέχρι νυκτός. ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παῤ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION