호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ᾨδὴ ψαλμοῦ τῷ Δαυί̈δ. ‐ ΕΤΟΙΜΗ ἡ καρδία μου, ὁ Θεόσ, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα. ἐξεγερθήσομαι ὄρθρου. ἐξομολογήσομαί σοι ἐν λαοῖσ, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν, ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεόσ σου καὶ ἕωσ τῶν νεφελῶν ἡ ἀλήθειά σου. ὑψώθητι ἐπὶ τοὺσ οὐρανούσ, ὁ Θεόσ, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. ὅπωσ ἂν ρυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. ὁ Θεὸσ ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. ἐμόσ ἐστι Γαλαάδ, καὶ ἐμόσ ἐστι Μανασσῆσ, καὶ Ἐφραὶμ ἀντίληψισ τῆσ κεφαλῆσ μου, Ἰούδασ βασιλεύσ μου, Μωὰβ λέβησ τῆσ ἐλπίδοσ μου, ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. τίσ ἀπάξει με εἰσ πόλιν περιοχῆσ̣ ἢ τίσ ὁδηγήσει με ἕωσ τῆσ Ἰδουμαίασ̣ οὐχὶ σύ, ὁ Θεόσ, ὁ ἀπωσάμενοσ ἡμᾶσ̣ καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεόσ, ἐν ταῖσ δυνάμεσιν ἡμῶν̣ δὸσ ἡμῖν βοήθειαν ἐκ θλίψεωσ, καὶ ματαία σωτηρία ἀνθρώπου. ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸσ ἐξουδενώσει τοὺσ ἐχθροὺσ ἡμῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기