- 텍스트

Septuagint, Liber Psalmorum 12:

(70인역 성경, 시편 12:)

Εἰς τὸ τέλος. ψαλμὸς τῷ Δαυΐδ. -? ΕΩΣ πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ; ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου. φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου. ἴσχυσα πρὸς αὐτόν. οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου. ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION