- 텍스트

Septuagint, Liber Esdrae II 2:

(70인역 성경, Liber Esdrae II 2:)

ΚΑΙ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλὴμ καὶ Ἰούδα ἀνὴρ εἰς πόλιν αὐτοῦ,? οἳ ἦλθον μετὰ Ζοροβάβελ. Ἰησοῦς, Νεεμίας, Σαραΐας, Ρεελίας, Μαρδοχαῖος, Βαλασάν, Μασφάρ, Βαγουαί, Ρεούμ, Βαανά, ἀνδρῶν ἀριθμὸς λαοῦ Ἰσραήλ. υἱοὶ Φαρὲς δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο. υἱοὶ Σαφατία τριακόσιοι ἑβδομηκονταπέντε. υἱοὶ Ἄρες ἑπτακόσιοι ἑβδομηκονταπέντε. υἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς Ἰησουὲ Ἰωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο. υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες. υἱοὶ Ζατθουὰ ἐνακόσιοι τεσσαρακονταπέντε. υἱοὶ Ζακχοὺ ἑπτακόσιοι ἑξήκοντα. υἱοὶ Βανουὶ ἑξακόσιοι τεσσαρακονταδύο. υἱοὶ Βαβαΐ ἑξακόσιοι εἰκοσιτρεῖς. υἱοὶ Ἀσγὰδ χίλιοι διακόσιοι εἰκοσιδύο. υἱοὶ Ἀδωνικὰμ ἑξακόσιοι ἑξηκονταέξ. υἱοὶ Βαγουὲ δισχίλιοι πεντηκονταέξ. υἱοὶ Ἀδδὶν τετρακόσιοι πεντηκοντατέσσαρες. υἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ ἐνενηκονταοκτώ. υἱοὶ Βασσοῦ τριακόσιοι εἰκοσιτρεῖς. υἱοὶ Ἰωρὰ ἑκατὸν δεκαδύο. υἱοὶ Ἀσοὺμ διακόσιοι εἰκοσιτρεῖς. υἱοὶ Γαβὲρ ἐνενηκονταπέντε. υἱοὶ Βεθλαὲμ ἑκατὸν εἰκοσιτρεῖς. υἱοὶ Νετωφὰ πεντηκονταέξ. υἱοὶ Ἀναθὼθ ἑκατὸν εἰκοσιοκτώ. υἱοὶ Ἀζμὼθ τεσσαρακοντατρεῖς. υἱοὶ Καριαθιαρὶμ Χαφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαρακοντατρεῖς. υἱοὶ τῆς Ραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἰκοσιεῖς. ἄνδρες Μαχμὰς ἑκατὸν εἰκοσιδύο. ἄνδρες Βαιθὴλ καὶ Αἰ¨ὰ τετρακόσιοι εἰκοσιτρεῖς. υἱοὶ Ναβοὺ πεντηκονταδύο. υἱοὶ Μαγεβὶς ἑκατὸν πεντηκονταέξ. υἱοὶ Ἠλαμὰρ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες. υἱοὶ Ἠλὰμ τριακόσιοι εἴκοσιν. υἱοὶ Λοδαδὶ καὶ Ὠνὼ ἑπτακόσιοι εἰκοσιπέντε. υἱοὶ Ἱεριχὼ τριακόσιοι τεσσαρακονταπέντε. υἱοὶ Σεναὰ τρισχίλιοι ἑξακόσιοι τριάκοντα. καὶ οἱ ἱερεῖς υἱοὶ Ἰεδουὰ τῷ οἴκῳ Ἰησοῖ ἐνακόσιοι ἑβδομηκοντατρεῖς. υἱοὶ Ἐμμὴρ χίλιοι πεντηκονταδύο. υἱοὶ Φασσοὺρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά. υἱοὶ Ἠρὲμ χίλιοι ἑπτά. καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιὴλ τοῖς υἱοῖς Ὠδουΐα ἑβδομηκοντατέσσαρες. οἱ ᾄδοντες υἱοὶ Ἀνασὰφ ἑκατὸν εἰκοσιοκτώ. υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σελλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούβ, υἱοὶ Ἀτιτά, υἱοὶ Σωβαΐ, οἱ πάντες ἑκατὸν τριακονταεννέα. οἱ Ναθινίμ, υἱοὶ Σουθία, υἱοὶ Ἀσουφά, υἱοὶ Ταβαώθ, υἱοὶ Κάδης, υἱοὶ Σιαά, υἱοὶ Φαδών, υἱοὶ Λαβανώ, υἱοὶ Ἀγαβά, υἱοὶ Ἀκούβ, υἱοὶ Ἀγάβ, υἱοὶ Σελαμί, υἱοὶ Ἀνάν, υἱοὶ Γεδδήλ, υἱοὶ Γαάρ, υἱοὶ Ραϊά, υἱοὶ Ρασών, υἱοὶ Νεκωδά, υἱοὶ Γαζέμ, υἱοὶ Ἀζώ, υἱοὶ Φασή, υἱοὶ Βασί, υἱοὶ Ἀσενά, υἱοὶ Μοουνίμ, υἱοὶ Νεφουσίμ, υἱοὶ Βακβούκ, υἱοὶ Ἀκουφά, υἱοὶ Ἀρούρ, υἱοὶ Βασαλώθ, υἱοὶ Μαουδά, υἱοὶ Ἀρσά, υἱοὶ Βαρκός, υἱοὶ Σισάρα, υἱοὶ Θεμά, υἱοὶ Νασθιέ, υἱοὶ Ἀτουφά, υἱοὶ δούλων Σαλωμών, υἱοὶ Σωταΐ, υἱοὶ Σεφηρά, υἱοὶ Φαδουρά, υἱοὶ Ἰεηλά, υἱοὶ Δαρκών, υἱοὶ Γεδήλ, υἱοὶ Σαφατία, υἱοὶ Ἀτίλ, υἱοὶ Φαχεράθ, υἱοὶ Ἀσεβωείμ, υἱοὶ Ἡμεΐ. πάντες οἱ Ναθανὶμ καὶ υἱοὶ Ἀβδησελμὰ τριακόσιοι ἐνενηκονταδύο. καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελέχ, Θελαρησά, Χερούβ, Ἡδάν, Ἐμμήρ καὶ οὐκ ἐδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ἱσραήλ εἰσιν. υἱοὶ Δαλαΐα, υἱοὶ Βουά, υἱοὶ Τωβίου, υἱοὶ Νεκωδά, ἑξακόσιοι πεντηκονταδύο. καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Λαβεία, υἱοὶ Ἀκκούς, υἱοὶ Βερζελλαΐ, ὃς ἔλαβεν ἀπὸ τῶν θυγατέρων Βερζελλαΐ τοῦ Γαλααδίτου γυναῖκα, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν. οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσίμ, καὶ οὐχ εὑρέθησαν, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας. καὶ εἶπεν Ἀθερσασθὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσι καὶ τοῖς τελείοις. πᾶσα δὲ ἡ ἐκκλησία ὁμοῦ ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα, χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριακοντεπτά. καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι. ἵπποι αὐτῶν ἑπτακόσιοι τριακονταέξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαρακονταπέντε, κάμηλοι αὐτῶν τετρακόσιοι τριακονταπέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι. καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ Θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ. ὡς ἡ δύναμις αὐτῶν, ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας, καὶ κόθωνοι τῶν ἱερέων ἑκατόν. καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινὶμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION