- 텍스트

Septuagint, Liber Genesis 46:

(70인역 성경, 창세기 46:)

ΑΠΑΡΑΣ δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.? εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών. Ἰακώβ, Ἰακώβ, ὁ δὲ εἶπε. τί ἐστιν; ὁ δὲ λέγει αὐτῷ. ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου. μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον. εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν, καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ, υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ. καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον. Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ. πρωτότοκος Ἰακὼβ Ρουβήν. υἱοὶ δὲ Ρουβήν. Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμί. υἱοὶ δὲ Συμεών. Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἀὼδ καὶ Ἰαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος. υἱοὶ δὲ Λευΐ. Γηρσών, Καὰθ καὶ Μεραρί. υἱοὶ δὲ Ἰούδα. Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά. ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν. ἐγένοντο δὲ υἱοὶ Φαρές. Ἐσρὼν καὶ Ἰεμουήλ. υἱοὶ δὲ Ἰσσάχαρ. Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Ζαμβράμ. υἱοὶ δὲ Ζαβουλών. Σερὲδ καὶ Ἀλλὼν καὶ Ἀχοήλ. οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ. πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς. υἱοὶ δὲ Γάδ. Σαφὼν καὶ Ἀγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδεὶς καὶ Ἀροηδεὶς καὶ Ἀρεηλείς. υἱοὶ δὲ Ἀσήρ. Ἰεμνά, Ἰεσσουὰ καὶ Ἰεοὺλ καὶ Βαριὰ καὶ Σάρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά. Χοβόρ καὶ Μελχιίλ. οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ δεκαὲξ ψυχάς. υἱοὶ δὲ Ραχὴλ γυναικὸς Ἰακώβ. Ἰωσὴφ καὶ Βενιαμίν. ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ. ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ. Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφραΐμ ἀδελφοῦ Μανασσῆ. Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ. Ἐδέμ. υἱοὶ δὲ Βενιαμίν. Βαλὰ καὶ Χοβὼρ καὶ Ἀσβήλ. ἐγένοντο δὲ υἱοὶ Βαλά. Γηρὰ καὶ Νεομὰν καὶ Ἀγχὶς καὶ Ρὼς καὶ Μαμφὶμ καὶ Ὀφιμίν. Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ. οὗτοι υἱοὶ Ραχήλ, οὓς ἔτεκε τῷ Ἰακώβ. πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ. υἱοὶ δὲ Δάν. Ἀσόμ. καὶ υἱοὶ Νεφθαλείμ. Ἀσιὴλ καὶ Γωυνὶ καὶ Ἰσσάαρ καὶ Συλλήμ. οὗτοι υἱοὶ Βαλᾶς, ἣν ἔδωκε Λάβαν Ραχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακώβ. πᾶσαι αἱ ψυχαὶ ἑπτά. πᾶσαι δέ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξηκονταέξ. υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομηκονταπέντε. Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ᾿ Ἡρώων πόλιν, εἰς γῆν Ραμεσσῆ. ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾿ Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε κλαυθμῷ πίονι. καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ. ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου. ἔτι γὰρ σὺ ζῇς. εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ. οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χαναάν, ἥκασι πρός με. οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες. ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν. καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν. ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν. τί τὸ ἔργον ὑμῶν ἐστίν; ἐρεῖτε. ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας. βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION